1

 2

 3

 4

 5

 6

 7

7

κάθηται ἐπὶ νεφέλης κούφης. Ἐπεὶ οὖν ὁ Πατὴρ ἐπὶ νεφέλης κάθηται, διὰ τοῦτο καὶ τῷ Υἱῷ τὴν νεφέλην ἔπεμψε. Καὶ ὁ μὲν Ἠλίας ἀνελθὼν ἀφῆκε μηλωτὴν ἐπὶ τὸν Ἑλισσαῖον· ὁ δὲ Ἰησοῦς ἀναβὰς ἀφῆκε χαρίσματα ἐπὶ τοὺς μαθητὰς, οὐχ ἕνα προφήτην ποιοῦντα, ἀλλὰ μυρίους Ἑλισσαίους· μᾶλλον δὲ ἐκείνου πολλῷ μείζους καὶ λαμπροτέρους. ∆ιαναστῶμεν τοίνυν, ἀγαπητοὶ, καὶ πρὸς τὴν ἐπάνοδον ἐκείνην βλέψωμεν. Καὶ γὰρ ὁ Παῦλός φησιν, Αὐτὸς καταβήσεται ἀπ' οὐρανοῦ ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου· καὶ ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, ἀλλ' οὐ πάντες. Ὅτι γὰρ οὐ πάντες ἁρπαγησόμεθα, ἀλλ' οἱ μὲν μενοῦσιν, οἱ δὲ ἁρπαγήσονται, ἄκουσον τί φησιν ὁ Χριστός· Πότε εὑρεθήσονται δύο ἐν τῷ μύλωνι ἀλήθουσαι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται· καὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς· εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Τί βούλεται τὸ αἴνιγμα τοῦτο; τί βούλεται τὸ μυστήριον τοῦτο τὸ ἀπόῤῥητον; ∆ιὰ τοῦ μύλου τοὺς ἐν πενίᾳ ζῶντας καὶ ταλαιπωρίᾳ πάντας ἡμῖν ἐδήλωσε· διὰ δὲ τῆς κλίνης καὶ τῆς ἀναπαύσεως τοὺς ἐν πλούτῳ καὶ τιμῇ πάντας ᾐνίξατο. Καὶ βουλόμενος δεῖξαι ὅτι καὶ ἀπὸ πενήτων σώζονται καὶ ἀπόλλυνται, εἶπεν, ὅτι καὶ τῶν ἐν τῷ μύλωνι μία παραλαμβάνεται, καὶ μία ἀφίεται· καὶ τῶν ἐν τῇ κλίνῃ εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται· δηλῶν ὅτι οἱ μὲν ἁμαρτωλοὶ ἀφίενται ἐνταῦθα καὶ μένουσι τὴν τιμωρίαν· οἱ δὲ δίκαιοι ἁρπάζονται εἰς τὰς νεφέλας. Καθάπερ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ μὲν ἐν ἀξιώμασι καὶ ἀρχαῖς, καὶ πολλὴν πρὸς αὐτὸν παῤῥησίαν ἔχοντες, 50.451 πρὸ τῆς πόλεως ἐξελθόντες ἀπαντῶσιν, οἱ δὲ κατάδικοι καὶ οἱ κατακεκριμένοι ἔνδον φυλάττονται τὴν ψῆφον τὴν παρὰ τοῦ βασιλέως ἀναμένοντες· οὕτω καὶ ὅταν ὁ Κύριος παραγίνηται, οἱ μὲν παῤῥησίαν ἔχοντες εἰς μέσον αὐτῷ ἀπαντῶσι τὸν ἀέρα, οἱ δὲ κατάδικοι καὶ πολλὰ ἑαυτοῖς συνειδότες ἁμαρτήματα ἐνταῦθα ἀναμένουσι τὸν δικαστήν. Τότε καὶ ἡμεῖς ἁρπαγησόμεθα· οὐκ ἐμαυτὸν ἀριθμῶν εἰς τὴν ψῆφον τῶν ἁρπαζομένων εἶπον, ἡμεῖς· οὐχ οὕτως ἀναίσθητός εἰμι καὶ ἀγνώμων, ὡς ἀγνοεῖν τὰ οἰκεῖα ἁμαρτήματα. Εἰ γὰρ μὴ συνταράξαι ἐφοβούμην τὴν ἡδονὴν τῆς παρούσης ἑορτῆς, κἂν ἐδάκρυσα πικρὸν ταύτης ἀναμνησθεὶς τῆς φωνῆς, ἐπειδὴ καὶ τῶν οἰκείων ἁμαρτιῶν ἐμνήσθην. Ἐπειδὴ δὲ οὐ βούλομαι συγχεῖν τῆς παρούσης ἑορτῆς τὴν εὐφροσύνην, ἐνταῦθα καταλύσω τὸν λόγον, ἀκμάζουσαν ὑμῖν τῆς ἡμέρας ἐκείνης τὴν μνήμην ἐπαφεὶς, ἵνα μήτε ὁ πλούσιος ἐπὶ τῷ πλούτῳ χαίρῃ, μήτε ὁ πένης ἐπὶ τῇ πενίᾳ ταλανίζῃ ἑαυτόν· ἀλλ' ἕκαστος, ἀφ' ὧν ἑαυτῷ σύνοιδεν, ἢ τοῦτο ἢ ἐκεῖνο ποιῇ. Οὔτε γὰρ ὁ πλούσιος μακάριος, οὔτε ὁ πένης ἐλεεινός· ἀλλ' ὃς ἐὰν τῆς ἁρπαγῆς ἐκείνης καταξιωθῇ τῆς ἐν νεφέλαις, μακάριος καὶ τρισμα 50.452 κάριος, κἂν ἁπάντων πενέστατος ᾖ· ὥσπερ οὖν ὁ ἐκπεσὼν, ἐλεεινὸς καὶ τρισάθλιος, κἂν ἁπάντων εὐπορώτατος ᾖ. ∆ιὰ τοῦτο λέγω, ἵνα οἱ μὲν ἐν ἁμαρτήμασιν ὄντες, θρηνῶμεν ἑαυτούς· οἱ δὲ ἐν κατορθώμασι ζῶντες, θαῤῥείτωσαν ἅπαντες· μᾶλλον δὲ, μὴ θαῤῥείτωσαν μόνον, ἀλλὰ καὶ ἀσφαλιζέσθωσαν· μήτε ἐκεῖνοι θρηνείτωσαν μόνον, ἀλλὰ καὶ μεταβαλέσθωσαν.

Ἔξεστι γὰρ καὶ τὸν ἐν κακίᾳ, μεταστάντα τῆς πονηρίας, πρὸς ἀρετὴν ἐπανελθεῖν, καὶ δυνηθῆναι γενέσθαι τῶν ἐξ ἀρχῆς εὖ βεβιωκότων ἴσον· ὅπερ καὶ ἡμεῖς σπουδάσωμεν· καὶ οἱ μὲν ἀρετὴν ἑαυτοῖς συνειδότες, μενέτωσαν ἐπὶ τῆς εὐσεβείας, αὔξοντες ἀεὶ τοῦτο τὸ καλὸν κτῆμα, καὶ τῇ παῤῥησίᾳ προστιθέντες τῇ προτέρᾳ· οἱ δὲ ἀπαῤῥησίαστοι, καὶ συνειδότες ἑαυτοῖς ἁμαρτήματα πολλὰ, μεταβαλλώμεθα, ἵνα καὶ πρὸς τὴν ἐκείνων παῤῥησίαν φθάσαντες, κοινῇ πάντες καὶ ὁμοθυμαδὸν μετὰ τῆς ὀφειλομένης δόξης τὸν τῶν ἀγγέλων ὑποδεξώμεθα βασιλέα, καὶ τῆς μακαρίας εὐφροσύνης ἀπολαύσωμεν ἐκείνης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.