1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

τὸ πᾶν ἀπαιτῇς με πάλιν, ἀλλ' οὕτως ἐξετάσῃς τὰ γενόμενα, ὡς εἰκὸς ἐν σκιαγραφίᾳ καὶ τύποις ἰδεῖν. Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς θαλάσσης καὶ τῆς νεφέλης καὶ τοῦ Μωϋσέως, ἐπήγαγε πάλιν· Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. Ὥσπερ σὺ, φησὶν, ἀπὸ τῆς κολυμβήθρας τῶν ὑδάτων ἀναβαίνων, ἐπὶ τὴν τράπεζαν τρέχεις, οὕτω κἀκεῖνοι ἀπὸ τῆς θαλάττης ἀναβάντες, ἐπὶ τράπεζαν 51.249 ἦλθον καινὴν καὶ παράδοξον, τὸ μάννα λέγω. Καὶ πάλιν ὥσπερ σὺ παράδοξον ἔχεις πότον, τὸ αἷμα τὸ σωτήριον, οὕτω κἀκεῖνοι παράδοξον ἔσχον τοῦ πόματος τὴν φύσιν, οὐ πηγὰς εὑρόντες, οὐδὲ ποταμοὺς ῥέοντας, ἀλλ' ἀπὸ πέτρας σκληρᾶς καὶ ἀνύδρου πολλὴν δεξάμενοι ναμάτων δαψίλειαν. ∆ιὰ τοῦτο αὐτὸ καὶ πνευματικὸν ἐκάλεσεν, οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτον ἦν, ἀλλὰ ἐπειδὴ τῷ τρόπῳ τῆς χορηγίας τοιοῦτον ἐγένετο. Οὐ γὰρ κατὰ φύσεως ἀκολουθίαν αὐτοῖς ἐδίδοτο, ἀλλὰ κατὰ τὴν ἐνέργειαν τοῦ στρατηγοῦντος αὐτῶν Θεοῦ. Ὅπερ οὖν καὶ αὐτὸ διορθούμενος ἔλεγεν. Ἐπειδὴ γὰρ εἶπε· Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ὕδωρ δὲ ἦν τὸ πινόμενον, βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦτο Πνευματικὸν εἶπεν, οὐ διὰ τὴν φύσιν τοῦ ὕδατος, ἀλλὰ διὰ τὸν τῆς χορηγίας τρόπον, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ τῆς πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐχὶ ἡ φύσις τοῦ λίθου, φησὶν, ἀλλ' ἡ δύναμις τοῦ ἐνεργοῦντος Θεοῦ τὰς πηγὰς ἐκείνας ἠφίει.

εʹ. Ἐνταῦθα καὶ τὴν Παύλου τοῦ Σαμοσατέως αἵρεσιν ἀνέσπασε πρόῤῥιζον. Εἰ

γὰρ ὁ Χριστὸς ἦν ὁ πάντα ἐνεργῶν ἐκεῖνα, πῶς αὐτὸν ἐκ τότε εἶναι λέγουσιν, ἐξ οὗ Μαρία αὐτὸν ἔτεκεν; Ὅταν γὰρ πρὸ μὲν τῆς Μαρίας τὰ κατὰ τὴν ἔρημον φαίνεται συμβάντα, ἐκεῖνα δὲ πάντα ὁ Χριστὸς ἦν πεποιηκὼς κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀνάγκη καὶ πρὸ τοῦ τόκου τούτου, καὶ πρὸ τῶν ὠδίνων αὐτὸν εἶναι τούτων· οὐ γὰρ δήπου ὁ μὴ ὢν ἐνεργεῖν ἔμελλεν οὕτω θαυμαστὰ καὶ παράδοξα πράγματα. Ὥσπερ δὲ εἰπὼν, ὅτι πάντες διὰ τῆς θαλάσσης διῆλθον, τὴν εὐγένειαν τῆς Ἐκκλησίας ἐδήλωσεν ἄνωθεν προδιατυπουμένην· οὕτως εἰπὼν, Τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ αὐτὸ τοῦτο πάλιν ᾐνίξατο. Καθάπερ γὰρ ἐν τῇ Ἐκκλησίᾳ οὐχ ἑτέρου μὲν σώματος ὁ πλούσιος, ἑτέρου δὲ ὁ πένης, οὐδὲ ἑτέρου μὲν οὗτος αἵματος, ἑτέρου δὲ ἐκεῖνος· οὕτω καὶ τότε, οὐχ ἕτερον μὲν ὁ πλούσιος ἐλάμβανε μάννα, ἕτερον δὲ ὁ πένης· οὐδὲ ἑτέρας μὲν ἐκεῖνος μετέσχε πηγῆς, ἑτέρας δὲ οὗτος καταδεεστέρας· ἀλλὰ ὥσπερ νῦν ἡ αὐτὴ τράπεζα, τὸ αὐτὸ ποτήριον, ἡ αὐτὴ τροφὴ ἅπασι πρόκειται τοῖς ἐνταῦθα εἰσιοῦσιν· οὕτω καὶ τότε τὸ αὐτὸ μάννα, ἡ αὐτὴ πηγὴ ἅπασι προὔκειτο. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἐπεχείρησάν ποτέ τινες κατὰ τὸν καιρὸν ἐκεῖνον πλέον συλλέξαι τοῦ δέοντος, καὶ οὐδὲν ἀπώναντο τῆς πλεονεξίας. Ἀλλ' ἕως μὲν τὴν ἰσότητα ἐτίμων, ἔμενε τὸ μάννα μάννα ὄν· ἐπειδὴ δὲ πλεονεκτεῖν ἐπεθύμησαν, ἡ πλεονεξία τὸ μάννα σκώληκα ἐποίησε· καίτοι γε οὐ μετὰ τῆς τῶν ἄλλων ζημίας τοῦτο ἐποίουν· οὐ γὰρ δὴ ἐκ τῆς τοῦ πλησίον ἁρπάζοντες τροφῆς, οὕτως αὐτοὶ πλέον συνέλεγον, ἀλλ' ὅμως ἐπειδὴ τοῦ πλείονος ἐπεθύμησαν, κατεγνώσθησαν. Εἰ γὰρ καὶ μηδὲν τὸν πλησίον ἠδίκουν, ἀλλ' ἑαυτοὺς τὰ μέγιστα κατέβλαπτον, πρὸς πλεονεξίαν τῷ τρόπῳ τῆς συλλογῆς ταύτης συνεθιζόμενοι. Ὥστε ὁμοῦ τὸ αὐτὸ καὶ τροφὴ ἦν καὶ θεογνωσίας διδασκαλία· ὁμοῦ καὶ τὰ σώματα ἔτρεφε, καὶ τὴν ψυχὴν ἐπαίδευεν· οὐκ ἔτρεφε δὲ μόνον, ἀλλὰ καὶ πόνων ἀπήλλαττεν.

Οὐ γὰρ ἔδει ζεῦξαι βοῦς, οὔτε ἄροτρον ἑλκύσαι, οὐδὲ ἀνατεμεῖν αὔλακας, οὐδὲ ἐνιαυτὸν ἀναμεῖναι, ἀλλ' ἐσχεδιασμένην εἶχον τὴν τράπεζαν, πρόσφατον καὶ νεαρὰν καὶ ἐφήμερον· καὶ τὸ εὐαγγελικὸν ἐκεῖνο παράγγελμα διὰ τῶν ἔργων αὐτοὺς ἐπαίδευε, τὸ μὴ μεριμνᾷν εἰς τὴν αὔριον· οὐδὲ γὰρ ὄφελος ἀπὸ τῆς μερίμνης ταύτης ἐγένετο. Εἰ γάρ τις πλέον συνέλεξε, διεφθείρετο καὶ ἀπώλλυτο, καὶ πλεονεξίας ἔλεγχος τὸ γινόμενον μόνον ἦν. Εἶτα ἵνα μὴ κατὰ φύσεως ἀκολουθίαν εἶναι νομίζωσιν ἐκεῖνοι τὸν ὄμβρον, ἐν ἡμέρᾳ σαββάτου οὐδὲν τοιοῦτον 51.250 ἐγίνετο,