7
καὶ ἐμφαντικώτερον, Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων, ὡσανεὶ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου. Οὕτως ἡ ἀγάπη, ἡ φιλοστοργία δείκνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώμενον παρ' αὐτῶν. ∆ιὸ πολλὴν παῤῥησίαν ἔχων ἐν Χριστῷ ἐπιτάσσειν σοι τὸ ἀνῆκον.
Ὅρα πῶς ἀσφαλίζεται, μή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγομένων πλήξῃ τὸν ἀκροατὴν, ὡς δυσανασχετεῖν. ∆ιὰ τοῦτο πρὶν ἢ εἰπεῖν, Ἐπιτάσσειν σοι, ἐπειδὴ βαρὺ ἦν, καίτοι γε ἀπὸ ἀγάπης λεγόμενον μᾶλλον ἱκανὸν θεραπεῦσαι, ἀλλ' ὅμως ἐκ περιουσίας πολλὴν τίθεται τὴν διόρθωσιν, εἰπὼν, Παῤῥησίαν ἔχων, ὅπερ μέγαν δεικνύντος ἦν τὸν Φιλήμονα· τουτέστι, Παῤῥησίαν ἡμῖν ἔδωκας σύ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ, Ἐν Χριστῷ, ἐπαγαγὼν, ὅπερ δηλοῦντός ἐστιν, ὅτι οὐχ ὡς ἐν τῷ κόσμῳ λαμπρότερον, οὐδὲ ὡς δυνατώτερον, ἀλλὰ διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστόν· καὶ τότε ἔθηκε τὸ, Ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Τὸ ἀνῆκον, τουτέστιν, εὔλογον πρᾶγμα. Καὶ ὅρα ἐκ πόσων αὐτὸ κατασκευάζει. Τοὺς ἄλλους εὖ ποιεῖς. φησί· καὶ ἐμὲ, καὶ διὰ τὸν Χριστὸν, καὶ ὅτι τὸ πρᾶγμα εὔλογον, καὶ ὅτι ἡ ἀγάπη δίδωσι. ∆ιὸ καὶ ἐπάγει· ∆ιὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ. Ὡσανεὶ εἶπεν, Οἶδα μὲν, ὅτι καὶ ἐπιτάττων ἀνύω μετὰ πολλῆς τῆς ἐξουσίας, ἀπὸ τῶν προλαβόντων· πλὴν ἀλλ' ἐπειδὴ πολλὴν ὑπὲρ τοῦ πράγματος ποιοῦμαι σπουδὴν, παρακαλῶ. Ἀμφότερα ἔδειξεν ὁμοῦ, ὅτι καὶ θαῤῥεῖ αὐτῷ (ἐπέταξε γὰρ), καὶ ὅτι σφόδρα τοῦ πράγματος ἀντιποιεῖται· διὸ παρακαλεῖ. Τοιοῦτος ὢν, φησὶν, ὡς Παῦλος πρεσβύτης.
βʹ. Βαβαὶ, πόσα δυσωπητικά! Παῦλος, ἀπὸ τῆς ποιότητος τοῦ προσώπου· ἀπὸ
τῆς ἡλικίας, ὅτι πρεσβύτης· ἀπὸ τοῦ δικαιοτέρου πάντων, ὅτι καὶ ∆έσμιος Ἰησοῦ Χριστοῦ. Τίς γὰρ οὐκ ἂν τὸν ἀθλητὴν, καὶ 62.710 στεφανίτην ἐδέξατο ὑπτίαις χερσί; τίς ὁρῶν διὰ Χριστὸν δεδεμένον, οὐκ ἂν μυρία ἐχαρίσατο, Τοσούτοις δὴ προλεάνας αὐτοῦ τὴν ψυχὴν, οὐδὲ εὐθέως ἐνέβαλε τὸ ὄνομα, ἀλλὰ τοσαύτην ποιησάμενος αἴτησιν ἀναβάλλεται. Ἴστε γὰρ τοὺς θυμοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ μάλιστα ὅταν μετὰ κλοπῆς τοῦτο ἐργάσωνται, κἂν χρηστοὺς ἔχωσι δεσπότας, πῶς αὔξεται ἡ ὀργή. Ταύτην οὖν πᾶσι τούτοις προελέανε· καὶ πρότερον πείσας πᾶν ὁτιοῦν ὑπουργῆσαι ἑτοίμως, καὶ παρασκευάσας αὐτοῦ τὴν ψυχὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι· Παρακαλῶ σε· καὶ μετὰ ἐγκωμίων· Περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Πάλιν οἱ δεσμοὶ δυσωπητικοί. Καὶ τότε τὸ ὄνομα· οὐ μόνον γὰρ τὸν θυμὸν ἔσβεσεν, ἀλλὰ καὶ ἡσθῆναι πεποίηκεν. Οὐ γὰρ ἂν αὐτὸν, φησὶ, τέκνον ἐκάλουν, εἰ μὴ σφόδρα ἦν εὔχρηστος. Ὅπερ Τιμόθεον ἐκάλεσα, τοῦτο καὶ τοῦτον. Καὶ πολλαχοῦ τὴν φιλοστοργίαν δεικνὺς, ἀπὸ τοῦ καιροῦ τῆς ὠδῖνος ἐντρέπει· ∆έσμιος αὐτὸν ἐγέννησα, φησίν. Ὥστε καὶ διὰ τοῦτο ἄξιος πολλῆς τυχεῖν τῆς τιμῆς, ὅτι ἐν αὐτοῖς τοῖς ἄθλοις ἀπετέχθη, ἐν τοῖς ὑπὲρ τοῦ Χριστοῦ πειρασμοῖς. Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον.
Ὅρα πόση ἡ σύνεσις, πῶς ὁμολογεῖ αὐτοῦ τὸ ἁμάρτημα, καὶ τούτῳ σβεννὺς αὐτοῦ τὸν θυμόν. Οἶδα, φησὶν, ὅτι ἄχρηστος ἦν. Νῦν δὲ σοὶ καὶ ἐμοὶ χρήσιμος ἔσται. Οὐκ εἶπε, Νῦν δέ σοι χρήσιμος ἔσται, ἵνα μὴ ἐκεῖνος ἀντείπῃ, ἀλλὰ καὶ τὸ αὑτοῦ πρόσωπον εἰσήγαγεν, ἵνα ἀξιόπιστοι ὦσιν αἱ ἐλπίδες. Νῦν δὲ σοὶ, φησὶ, καὶ ἐμοὶ εὔχρηστον. Εἰ γὰρ Παύλῳ χρήσιμος τῷ τοσαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ μᾶλλον τῷ δεσπότῃ. Ὃν ἔπεμψα πρὸς σέ. Καὶ τούτῳ τὸν θυμὸν ἔσβεσε, τῷ παραδοῦναι αὐτόν. Μάλιστα γὰρ οἱ δεσπόται τότε ὀργίζονται, ὅταν ὑπὲρ ἀπόντων παρακαλῶνται· ὥστε καὶ αὐτῷ τούτῳ μᾶλλον κατεπράϋνε. Σὺ δὲ αὐτὸν, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Καὶ πάλιν οὐ γυμνὸν τίθησι τὸ ὄνομα, ἀλλὰ μετὰ ῥήματος ἐντρεπτικοῦ, ὃ τοῦ τέκνου θερμότερόν ἐστιν. Εἶπε, Τέκνον· εἶπεν,