1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

7

καὶ μὴ μετὰ πολλῆς αὐτὴν κατορθοῦν τῆς σπουδῆς· ὥσπερ οὖν οὐδὲν πάλιν ὀρθοῖ, ὡς τὸ παντὶ σθένει μεταδιώκειν αὐτήν. Καὶ τοῦτο δηλῶν ὁ Χριστός φησιν, Ἐὰν δύο συμφωνήσωσιν ἐπὶ τὸ αὐτὸ, πᾶν, ὃ ἐὰν αἰτήσωσι, λήψονται· καὶ πάλιν, Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη. Τοῦτο τὰς αἱρέσεις ἔτεκε πάσας. Ἐκ γὰρ τοῦ μὴ φιλεῖν τοὺς ἀδελφοὺς τοὺς ἑαυτῶν ἐφθόνουν εὐδοκιμοῦσιν, ἐκ δὲ τοῦ φθονεῖν ἐφιλάρχουν, ἐκ δὲ τοῦ φιλαρχεῖν αἱρέσεις ἔτεκον. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εἰπὼν, Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, καὶ τὸν τρόπον ὑφηγεῖται, καθ' ὃν τοῦτο γενέσθαι δυνατόν. Τίς δ' οὖν οὗτός ἐστιν; Ἡ ἀγάπη. Ὥσπερ οὖν ὅταν λέγῃ, Τέλος νόμου Χριστὸς, τουτέστι, συμπλήρωμα, καὶ τοῦτο ἐκείνων ἔχεται, οὕτως ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. Τέλος ἰατρείας ὑγεία· ὥστε ὑγείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγάπης οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας. Ἀγάπην δὲ ποίαν φησί; Τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων, ἀλλὰ τὴν ἀπὸ διαθέσεως, καὶ γνώμης καὶ τοῦ συναλγεῖν, Ἐκ καθαρᾶς, φησὶ, καρδίας· ἤτοι περὶ πολιτείας φησὶν ὀρθῆς, ἢ περὶ γνησίας φιλίας. Ποιεῖ γὰρ καὶ βίος ἀκάθαρτος σχίσματα· Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Ἔστι γὰρ φιλία καὶ ἡ τῶν φαύλων, οἷον καὶ λῃσταὶ λῃστὰς φιλοῦσιν, καὶ ἀνδροφόνοι ἀνδροφόνους· ἀλλ' οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ' ἀπὸ φαύλης, οὐδ' ἐκ καθαρᾶς καρδίας, ἀλλ' ἐξ ἀκαθάρτου, οὐδὲ ἐκ πίστεως ἀνυποκρίτου, ἀλλ' ἐπιπλάστου καὶ ὑποκεκριμένης. Πίστις γὰρ τὸ ἀληθὲς δείκνυσιν· ἀπὸ δὲ πίστεως εἰλικρινοῦς ἡ ἀγάπη τίκτεται· ὁ γὰρ ὄντως εἰς Θεὸν πιστεύων, οὐκ ἀνέχεταί ποτε ταύτην ἀφεῖναι. Ὧν τινες, φησὶν, ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας. Καλῶς εἶπεν, Ἀστοχήσαντες· τέχνης γὰρ δεῖ, ὥστε εὐθέα βάλλειν, καὶ μὴ ἔξω τοῦ σκοποῦ. Ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύνε 62.510 σθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα· καὶ δεῖ πρὸς ἓν ὁρᾷν. Θέλοντες, φησὶν, εἶναι νομοδιδάσκαλοι. Ὁρᾷς καὶ ἄλλην αἰτίαν, τὴν τῆς φιλαρχίας; ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ὑμεῖς δὲ μηδένα καλέσητε Ῥαββί· καὶ πάλιν ὁ Ἀπόστολος, Οὐδὲ γὰρ αὐτοὶ τὸν νόμον φυλάσσουσιν, ἀλλ' ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Τοῦ ἀξιώματος ἐφίενται, φησί· διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν οὐχ ὁρῶσι. Μὴ νοοῦντες, φησὶ, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐνταῦθα διαβάλλει αὐτοὺς, ὡς οὐκ εἰδότας τὸν τοῦ νόμου σκοπὸν, οὐδὲ τὸν καιρὸν μέχρι τίνος κύριον αὐτὸν εἶναι ἐχρῆν. Πῶς οὖν, εἰ ἐξ ἀγνοίας, ἁμάρτημα τοῦτο λέγεις; Ὅτι οὐ διὰ τὸ θέλειν νομοδιδασκάλους εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ μὴ κατέχειν τὴν ἀγάπην τοῦτο ἔπαθον· ἄλλως δὲ καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη. Ὅταν γὰρ ἡ ψυχὴ πράγμασιν ἑαυτὴν ἐκδῷ σαρκικοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν· ἐκπεσοῦσα δὲ τῆς ἀγάπης ἐμπίπτει εἰς φιλονεικίαν, καὶ πηροῦται τὸ τῆς διανοίας ὄμμα. Ὁ γὰρ ὑπό τινος ἐπιθυμίας τούτων τῶν προσκαίρων κατεχόμενος, μεθύων τῷ πάθει, τῆς ἀληθείας οὐκ ἂν γένοιτο κριτὴς ἀδέκαστος. Οὐκ ἴσασι, φησὶ, περὶ τίνων διαβεβαιοῦνται. Εἰκὸς γὰρ ἦν αὐτοὺς περὶ τοῦ νόμου φθέγγεσθαι, καὶ πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων τῶν σωματικῶν λέγειν. Εἶτα ἀφεὶς ἐκεῖνα ἐλέγξαι, ὡς οὐδὲν ὄντα ἢ σκιὰν τῶν πνευματικῶν καὶ ὑπογραμμὸν, ὃ μᾶλλον προσηνέστερον ἦν, τοῦτο ἐργάζεται. Ποῖον δὴ τοῦτο; Ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὸν δεκάλογον καλῶν. Ἀπὸ δὲ τούτου κἀκεῖνα ἐξέβαλεν. Εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβάτας, καὶ ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα. Οἴδαμεν δὲ, φησὶν, ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς, τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται. Καλὸς, φησὶ, καὶ οὐ καλός. Τί δαὶ, φησίν; ἐὰν μὴ νομίμως τις χρῆται, οὐκ ἔστι καλός; Καὶ οὕτω καλός· ἀλλ' ὃ λέγει τοῦτό ἐστιν· ὅταν ἐκπληροῖ αὐτὸν δι' ἔργων· τὸ γὰρ, Ἐάν τις αὐτῷ νομίμως χρῆται, τοῦτό ἐστιν ἐνταῦθα σημαῖνον. Ὅταν δὲ ἐξηγῶνται μὲν αὐτὸν διὰ ῥημάτων, διὰ δὲ τῶν ἔργων παραβαίνωσι, τοῦτό ἐστιν ἀνόμως χρῆσθαι· χρῆται μὲν γὰρ καὶ οὗτος,