1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

ἐπέτρεψε τῷ Πέ τρῳ, τοῖς δὲ Ἕλλησι τὸν Παῦλον ἐπέστησεν ὁ Χρι στός. Καὶ τοῦτο οὐκ ἀφ' ἑαυτοῦ λέγω, ἀλλ' αὐτοῦ τοῦ Παύλου λέγοντος ἔστιν ἀκοῦσαι· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐν ήργησε κἀμοὶ, φησὶν, εἰς τὰ ἔθνη· περιτομὴν ἐν ταῦθα αὐτὸ τὸ ἔθνος καλῶν. Καὶ πόθεν δῆλον; Ἐκ τῆς ἐπαγωγῆς. Εἰπὼν γὰρ, Ὁ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ, φησὶν, εἰς τὰ ἔθνη, δεικνύντος ἐστὶν, ὅτι πρὸς ἀν τιδιαστολὴν τῶν ἐθνῶν περιτομὴν εἶπε. Πρὸς δὲ ἀντι διαστολὴν τῶν ἐθνῶν, οὐχὶ περιτομὴ, ἀλλ' Ἰουδαῖοί εἰσιν, οὓς διὰ τῆς περιτομῆς ᾐνίξατο· ὡσανεὶ ἔλεγεν, Ὁ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῶν Ἰουδαίων, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Καθάπερ γάρ τις βασι λεὺς σοφὸς, τὸν ἐπιτήδειον μετὰ ἀκριβείας εἰδὼς, ἑτέρῳ μὲν τοὺς ἱππεῖς, ἑτέρῳ δὲ τῶν πεζῶν ἐγχειρί ζει τὴν προστασίαν· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὸ στρα τόπεδον τὸ ἑαυτοῦ διελὼν εἰς δύο ταῦτα μέρη, τοὺς μὲν Ἰουδαίους Πέτρῳ, τοὺς δὲ Ἕλληνας ἐπέτρεψε Παύλῳ. Εἰ δὲ διάφορα τὰ στρατόπεδα, ἀλλ' εἷς ὁ βασιλεύς. Ὥσπερ γὰρ ἐκεῖ ἡ διαφορὰ τῶν στρατοπέ δων ἐν τῇ κατασκευῇ τῶν ὅπλων, οὐκ ἐν τῇ φύσει τῶν ἀνθρώπων ἐστίν· οὕτω δὴ καὶ ἐνταῦθα ἡ διαφορὰ ἐν σχήματι μικρῷ τινι τῆς σαρκὸς, οὐκ ἐν τῇ τῆς οὐσίας ἐναλλαγῇ φαίνεται. 51.380 ιʹ. Ὥσπερ οὖν ἔλεγον, ἦσαν ἀμφότεροι τὰ στρατόπεδα ταῦτα ἐγκεχειρισμένοι. Καὶ εἰ μὴ μηκύνω τὸν λόγον, εἰ μὴ ἀπεκάμετε, ἐρῶ καὶ τὴν αἰτίαν ὑμῖν, δι' ἣν οὗτος μὲν τοὺς Ἰουδαίους, ἐκεῖνος δὲ τοὺς ἐξ ἐθνῶν ἐπιστεύθησαν. Καὶ γὰρ ἄξιον ζητήσεως, τί δήποτε Παῦλος μὲν, ὁ μετὰ ἀκριβείας τὸν πατρῷον νόμον παιδευθεὶς, ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ διατρίβων, ὁ κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμ πτος, οὐκ ἐγχειρίζεται τοὺς Ἰουδαίους, ἀλλὰ τοὺς Ἕλληνας· ὁ δὲ ἁλιεὺς, καὶ ἀγράμματος, καὶ μηδὲν τοσοῦτον εἰδὼς Πέτρος, τὴν τῶν Ἰουδαίων ἐνεπιστεύθη προστασίαν. Συντελεῖ γάρ τι καὶ πρὸς τὴν λύσιν ἡμῖν τὸ λεγόμενον, ἂν αὐτὸ δυνηθῶμεν φράσαι καλῶς. Οὐ γὰρ δὴ τοῦτο ἔστιν εἰπεῖν ὅτι ὀκνοῦντα καὶ ἀναδυό μενον ἰδὼν τὸν Παῦλον καὶ φεύγοντα τῶν οἰκείων τὴν προστασίαν, οὐκ ἠθέλησε βιάσασθαι καὶ ἀναγκάσαι. Τοὐναντίον μὲν οὖν ἅπαν ἐπεδείξατο. Οὐ γὰρ δὴ μό νον οὐκ ἔφυγε τῶν Ἰουδαίων τὴν ἐπιστασίαν, ἀλλὰ καὶ πρῶτος ἐπεπήδησε, καὶ τοῦ Χριστοῦ κελεύοντος ἀπελθεῖν εἰς τὰ ἔθνη, αὐτὸς ἀξιοῖ τὴν τῶν Ἰουδαίων οἰκονομίαν ἐγχειρισθῆναι· καὶ μυρία πολλαχοῦ πά σχων παρ' αὐτῶν δεινὰ, καὶ τῶν ἐθνῶν τὴν διδασκα λίαν πεπιστευμένος, οὐ παύεται παρακαλῶν ὑπὲρ ἐκείνων, καὶ λέγων, νῦν μέν· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· νῦν δέ· Ἀδελφοί μου, ἡ μὲν εὐδο κία μου, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν. Τίνος οὖν ἕνεκεν βου λόμενον αὐτὸν καὶ ἐπιθυμοῦντα διδάσκειν ἐκείνους, οὐκ εἴασεν αὐτοῖς κηρύσσειν, ἀλλ' ἀντ' ἐκείνων διδά σκαλον αὐτὸν τοῖς ἔθνεσιν ἔπεμπεν; Ἀκούσωμεν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, καὶ Παύλου τὸ πᾶν δι ηγουμένου· Ἐγένετο δέ μοι προσευχομένῳ, φησὶ, γενέσθαι με ἐν ἐκστάσει, καὶ εἰδέναι τὸν Χριστὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει, ὅτι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Καὶ τὴν αἰτίαν εἶπε τῆς ἀποδημίας· Μισήσουσί σε, φησὶ, καὶ ἀποστραφήσονται· διὰ τοῦτό σου διδάσκον τος οὐκ ἀνέξονται. Καὶ μὴν αὐτὸ τοῦτο ἦν ἱκανὸν, ἀξιόπιστον αὐτὸν ποιῆσαι διδάσκαλον, καὶ πεῖσαι ἐκείνους, ὅτι οὐκ ἀνθρωπίνη ἡ μετάθεσις ἐγένετο. Οὐ γὰρ ἂν τὸν οὕτω φαινόμενον, καὶ θυμῷ ζέοντα, καὶ φόνου πνέοντα, καὶ θαυματουργοῦντι μὴ πεισθέντα τῷ Χριστῷ, μηδὲ τοῖς ἀποστόλοις τοῖς ἐκείνου, νε κροὺς ἐγείρασιν, ἴσχυσεν ἄν ποτε ἄνθρωπος ἐν αὐτῇ μέσῃ τῇ μανίᾳ μεταθεῖναι, καὶ τὴν ὑπερβολὴν, ἣν κατὰ τοῦ κηρύγματος ἐπεδείκνυτο, ταύτην ὁλόκλη ρον καὶ πολλῷ πλείονα πεῖσαι πάλιν ὑπὲρ τῆς