7
καὶ ἐν τοῖς ὑψηλοτέροις πράγμασι· σπεῦσον, σπεῦσον. Ἐπείγει τὴν γυναῖκα, καὶ ἵνα μὴ ἡ μέλλησις εἰς ἀθυμίαν ἐμβάλλῃ τοὺς ξένους· Σπεῦσον, καὶ φύρασον τρία 55.507 μέτρα σεμιδάλεως. Ἐπίπονον τὸ ἐπίταγμα, φορτικὸν τὸ κέλευσμα· Φύρασον τρία μέτρα σεμιδάλεως. Οὐκ εἶπε· Τί τοῦτο; ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἐνυμφεύθην σοι, ἵνα με μυλωθρίδα καὶ ἀρτοποιὸν ποιήσῃς, γυναῖκα τὴν πλοῦτον ἔχουσαν τοσοῦτον; Τριακοσίους δέκα καὶ ὀκτὼ δούλους ἔχεις, καὶ ἐκείνοις ἐπιτάξαι οὐχ εἵλου, ἀλλά με εἰς τὴν διακονίαν ταύτην ἐπείγεις; Οὐκ εἶπέ τι τοιοῦτον, οὐκ ἐνενόησεν· ἀλλ' ἐπειδὴ γυνὴ ἦν τοῦ Ἀβραὰμ, οὐ συνουσίᾳ μόνον σώματος, ἀλλὰ καὶ κοινωνίᾳ ἀρετῆς, διὰ τοῦτο λέγει, Σπεῦσον· καὶ ἁρπάζει τὸ ἐπίταγμα ἐκείνη μετὰ προθυμίας· ᾔδει γὰρ τὸν καρπὸν βρύοντα τῆς φιλοξενίας. Σπεῦσον, φύρασον. Ἤδει γὰρ τῆς γυναικὸς τὸ ἐπιμελές. Ποῦ αἱ νῦν γυναῖκες; Παραβάλωμεν αὐτὰς τῇ Σάῤῥᾳ. Ἆρα τοιαῦτα ἐπιτάγματα δέχονται; τοιαῦτα ἔργα; Ἔκβαλέ μοι τῆς φιλοκόσμου γυναικὸς τὴν χεῖρα, καὶ ὁρᾷς αὐτὴν κεχρυσωμένην ἔξωθεν, ἔνδοθεν δὲ πολιορκίαν κεκτημένην. Πόσων πενήτων, εἰπέ μοι, πλεονεξίαν ἡ χείρ σου βαστάζει; Ἔκβαλέ μοι τὴν χεῖρά σου, δεῖξον αὐτήν· τί ἐνδέδυται; Πλεονεξίαν. Ἔκβαλε τὴν χεῖρα τῆς Σάῤῥας. Τί ἐνδέδυται; Φιλοξενίαν, ἐλεημοσύνην, ἀγάπην, φιλοπτωχίαν. Ὢ καλῆς δεξιᾶς! Βλέπε δεξιὰν καὶ δεξιάν. Ἀλλὰ μία μὲν μορφὴ δεξιᾶς, πολλὴ δὲ διαφορά. Ἐκεῖ πηγαὶ δακρύων, ἐνταῦθα στέφανοι καὶ βραβεῖα. Ταῦτα λέγω, ἵνα μήτε γυναῖκες τοιαῦτα παρὰ ἀνδρῶν ζητῶσι, μήτε ἄνδρες ἀνέχωνται γυναικῶν τοιαῦτα ἀπαιτουσῶν. Ἴδε ἡ Σάῤῥα, ἴδε ἡ πλουσία ἐφύρασε τρία μέτρα σεμιδάλεως. Πόσος ὁ πόνος; Ἀλλ' οὐκ ᾔσθετο πόνου διὰ τὴν ἐλπίδα τοῦ καρποῦ καὶ τοῦ κέρδους. Σπεῦσον, φύρασον τρία μέτρα σεμιδάλεως. Τί ποιεῖς; καλλωπίζῃ, γύναι; Ἵνα τίνι ἀρέσῃς; Τῷ ἀνδρί; Κακὴ μελέτη, εἰ οὕτω μέλλεις ἀρέσκειν τῷ ἀνδρὶ, εἰ οὕτω σπεύδεις ἀρέσκειν σου τῷ ἀνδρί. Πῶς οὖν ἀρέσω; Τῇ σωφροσύνῃ. Ἀλλὰ πῶς ἀρέσω; Τῇ ἐπιεικείᾳ, τῇ φιλοσοφίᾳ, τῇ πραΰτητι καὶ τῇ ἀγάπῃ, τῇ ὁμονοίᾳ καὶ τῇ συμφωνίᾳ. Ταῦτά σου τὰ κόσμια, γύναι. Αὗταί σου αἱ ἀρεταὶ ὁμόνοιαν ἐργάζονται· ἐκεῖνα τὰ κόσμια ἀρέσκειν οὐ ποιεῖ, ἀλλὰ καὶ τῷ ἀνδρί σε φορτικὴν παρασκευάζει γίνεσθαι. Ὅταν γὰρ εἴπῃς, Ἅρπασον καὶ φέρε μοι, ἐν ὀλίγῳ μὲν σὺ ἀρέσκεις, ὕστερον δὲ πολέμιον ἔχεις. Ἵνα δὲ μάθῃς, ὅτι οὐκ ἀνδρὶ ἀρέσκεις· ἐν τῇ οἰκίᾳ γὰρ αὐτὰ ἀποτίθεσαι, καὶ ἐν τῇ ἐκκλησίᾳ αὐτὰ περιβάλλῃ· εἰ τῷ ἀνδρὶ ἤρεσκες, ἐν τῇ οἰκίᾳ ἂν αὐτὰ ἐφόρεις. Ἀλλ' ὅπερ εἶπον, εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, κεχρυσωμένη τὰς χεῖρας καὶ τὸν τράχηλον. Ἐὰν ἔλθῃ Παῦλος, ὁ φοβερὸς ἐκεῖνος καὶ ποθεινὸς, φοβερὸς τοῖς ἁμαρτάνουσι, καὶ ποθεινὸς τοῖς εὐσεβοῦσι, βοᾷ καὶ λέγει ὡσαύτως· Τὰς γυναῖκας κοσμεῖν ἑαυτὰς χρὴ, μὴ ἐν χρυσῷ, μὴ ἐν μαργαρίταις, μὴ ἐν ἱματισμῷ πολυτελεῖ. Εἶτα ἂν εἰσέλθῃ ὁ Ἕλλην, καὶ ἴδῃ ἄνω μὲν φορούσας ταῦτα ἐκείνας, κάτω δὲ Παῦλον ταῦτα λέγοντα, οὐκ ἐρεῖ, ὅτι σκηνὴ καὶ μῦθος ταῦτά ἐστιν; Οὐκ ἔστι μὲν σκηνὴ τὰ ἡμέτερα, κἂν οὕτω ταῦτα γίνηται. Ὁ δὲ Ἕλλην βλάπτεται, καὶ λέγει· Εἰσῆλθον εἰς ἐκκλησίαν Χριστιανῶν, καὶ ἤκουσα τοῦ Παύλου λέγοντος, Μὴ ἐν χρυσῷ, μηδὲ ἐν μαργαρίταις, τὴν δὲ διὰ τῶν ἔργων ἐναντία ἐπιδεικνυμένην. ςʹ. Τί σοι ὄφελος τοῦ χρυσίου, γύναι; Ἵνα καλὴ φαίνῃ 55.508 καὶ ὡραία; Ἀλλ' οὐδέν σοι τοῦτο εἰς τὸ κάλλος τῆς ψυχῆς συντελεῖ. Γενοῦ τὴν ψυχὴν εὔμορφος, καὶ ἔσῃ καὶ τὸ σῶμα ποθεινή. Σοφία ἀνθρώπου φωτιεῖ τὸ πρόσωπον αὐτοῦ. Καίτοι ἡ σοφία τῆς ψυχῆς αὐτοῦ. Οὐδὲν ποιεῖ πόθον καὶ ἔρωτα, ὡς ἀγάπη. Ἐὰν γὰρ φιλῇ σε ὁ ἀνήρ σου, κἂν ἄμορφος ᾖς, ποθεινὴ αὐτῷ φαίνῃ· ἐὰν δὲ μισήσῃ σε, κἂν εὔμορφος ᾖς, οὐ θέλει σε ὁρᾷν.