7
ὑγιαίνῃ, τῶν πυρεττόντων ἐστὶν ἀθλιώτερος· οἱ μὲν γὰρ παρὰ τῆς ἀσθενείας ἔχουσι συγγνώμην, καὶ τύχοιεν ἂν ἐλέου· οὗτοι δὲ καταισχύνοντες τὴν τοῦ σώματος εὐεξίαν, εἰκότως ἂν παρὰ πάντων μισοῦνται, ὡς καὶ τοὺς τοῦ Θεοῦ παραβαίνοντες νόμους, καὶ τῇ τραπέζῃ τῶν ἀσθενούντων λυμαινόμενοι, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν φαυλοτέραν ποιοῦντες. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι δέον οἴκοθεν καὶ παρ' ἑαυτῶν τρέφεσθαι, τὰς 51.196 ἑτέρων ἐνοχλοῦσιν οἰκίας, ἀλλ' ὅτι καὶ πάντων αὐτοὶ γίνονται χείρους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι τῶν πάντων οὐδὲν, ὃ μὴ διὰ τῆς ἀργίας ἀπόλλυται. Καὶ γὰρ ὕδωρ, τὸ μὲν ἑστηκὸς σήπεται, τὸ δὲ τρέχον καὶ πανταχοῦ πλανώμενον τὴν ἀρετὴν διασώζει τὴν ἑαυτοῦ· καὶ σίδηρος, ὁ μὲν ἐν ἀργίᾳ κείμενος, ἁπαλώτερός τε καὶ φαυλότερος, ἰῷ πολλῷ δαπανώμενος, γίνεται· ὁ δὲ ἐν ἐργασίαις ὢν, πολὺ χρησιμώτερος καὶ εὐπρεπέστερος, ἀργύρου παντὸς οὐδὲν ἔλαττον ἀποστίλβων. Καὶ γῆν μὲν τὴν ἀργοῦσαν ἴδοι τις ἂν οὐδὲν ὑγιὲς ἐκφέρουσαν, ἀλλὰ πονηρὰς βοτάνας καὶ ἀκάνθας καὶ τριβόλους καὶ ἄκαρπα δένδρα, τὴν δὲ ἐργασίας ἀπολαύουσαν, καρποῖς ἡμέροις κομῶσαν. Καὶ ἕκαστον δὲ τῶν ὄντων, ὡς εἰπεῖν ἁπλῶς, ὑπὸ μὲν τῆς ἀργίας φθείρεται, ὑπὸ δὲ τῆς οἰκείας ἐργασίας χρησιμώτερον γίνεται. Ταῦτα οὖν εἰδότες ἅπαντα, καὶ πόσον μὲν ἀπὸ τῆς ἀργίας τὸ βλάβος, πόσον δὲ ἀπὸ τῆς ἐργασίας τὸ κέρδος, τὴν μὲν φεύγωμεν, τὴν δὲ διώκωμεν, ἵνα καὶ τὸν παρόντα βίον εὐσχημόνως ζήσωμεν, καὶ δεομένοις ἐκ τῶν ἐνόντων ἐπικουρήσωμεν, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀμείνω κατασκευάσαντες τύχωμεν τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΑΚΥΛΑΝ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑΝ Καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ.
Λόγος βʹ.
αʹ. Ἆρα ἐπαιδεύθητε μηδὲν εἶναι νομίζειν πάρεργον τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων; ἆρα ἐμάθετε καὶ ἐπιγραφὰς καὶ ὀνόματα καὶ ψιλὰς περιεργάζεσθαι προσρήσεις, τὰς ἐν τοῖς θείοις Λογίοις γεγραμμένας; Ἐγὼ μὲν γὰρ οὐδένα οἶμαι λοιπὸν τῶν φιλοπόνων τὸν ἀνεξόμενον παραδραμεῖν τι τῶν ἐν ταῖς Γραφαῖς κειμένων ῥημάτων, κἂν ὀνομάτων ᾖ κατάλογος, κἂν χρόνων ἀριθμὸς, κἂν ψιλὴ πρός τινας πρόσρησις. Πλὴν ἵνα ἀσφαλεστέρα αὕτη ἡ διόρθωσις γένηται. φέρε καὶ τήμερον τὰ λειπόμενα τῆς προσηγορίας τῆς πρὸς Πρίσκιλλαν καὶ Ἀκύλαν ἐπέλθωμεν· καίτοι γε οὐ μικρὰ τὸ προοίμιον αὐτῆς ἡμᾶς ὠφέλησε. Καὶ γὰρ ἐδίδαξεν ἡμᾶς, πόσον μὲν ἀγαθὸν, ἔργον, πόσον δὲ κακὸν, ἀργία, καὶ τίς ἡ Παύλου ψυχὴ, πῶς ἄγρυπνος καὶ μεμεριμνημένη, οὐ κατὰ πόλεις καὶ δήμους καὶ ἔθνη, ἀλλὰ καὶ καθ' ἕνα ἕκαστον τῶν πιστῶν πολλὴν ποιουμένη τὴν πρόνοιαν. Ἔδειξε πῶς οὐδὲν εἰς φιλοξενίαν ἡ πενία γίνεται κώλυμα, καὶ ὅτι οὐ πλούτου καὶ χρημάτων, ἀλλὰ ἀρετῆς πανταχοῦ χρεία καὶ προαιρέσεως εὐλάβειαν ἐχούσης, καὶ ὅτι πάντων εἰσὶ λαμπρότεροι οἱ τὸν τοῦ Θεοῦ φόβον ἔχοντες, κἂν εἰς πενίαν ἐσχάτην κατενεχθῶσι. Τὴν γοῦν Πρίσκιλλαν καὶ Ἀκύλαν, σκηνοποιοὺς ὄντας καὶ χειροτέχνας, καὶ ἐν πτωχείᾳ ζῶντας, τῶν βασιλέων πάντων μᾶλλον ἐμακαρίζομεν νῦν· καὶ οἱ μὲν ἐν ἀξιώμασι καὶ δυναστείαις σεσίγηνται, ὁ δὲ σκηνοποιὸς μετὰ 51.196.30 τῆς γυναικὸς ᾄδονται πανταχοῦ τῆς οἰκουμένης. Εἰ δὲ ἐνταῦθα τοσαύτης ἀπολαύουσι δόξης, ἐννόησον ὅσον κατὰ τὴν ἡμέραν ἐκείνην ἀξιωθήσονται τῶν ἀντιδόσεων καὶ τῶν στεφάνων· καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης, οὐ