1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

ἀποσταλέντος ὅταν ἀκούσῃς, μὴ τόπου νόμιζε μετάβασιν, ἀλλ' οἰκονομίας συγκατάβασιν. Εἰ γὰρ καὶ μεθ' ἡμῶν ἦν, ἀλλὰ καὶ παρὰ τῷ Πατρὶ ἦν. Καὶ Παῦλος λέγει· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καταλλάγητε τῷ Θεῷ. Ὑπὲρ Χριστοῦ πρεσβεύεις; Πάνυ. Καὶ ποῦ ὁ πρεσβευτής; Ἀπῆλθε. Ποῦ ἀπῆλθε; Πρὸς τὸν Πατέρα. ∆ιὰ τί; Βλέπε πράγματα καινότερα. Ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ὅταν ἔθνος πρὸς ἔθνος πρεσβεύῃ, ὁ πρεσβευτὴς ἀδείας ἀπολαύει τῷ νόμῳ τῆς πρεσβείας· ἐὰν δὲ πάθοι τι ὁ πρεσβευτὴς, πόλεμος κινεῖται μέγας μεταξὺ τῶν ἐθνῶν. Ἐπὶ τοῦ Θεοῦ τὸ ἐναντίον ἐγένετο. Ἦλθε παρὰ τοῦ Πατρὸς πρὸς ἀνθρώπους, ἐσφάγη ὁ πρεσβευτὴς, καὶ τότε γέγονεν εἰρήνη. Ἀλλ' οἱ πρέσβεις ἐρχόμενοι δῶρα φέρουσι, καὶ δῶρα λαμβάνουσι.

Τί οὖν; ποῖον ἦλθε φέρων δῶρον ἐμοὶ, καὶ τὸ δῶρον παράδοξον; Ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος, καὶ τὸ δῶρον παράδοξον. Τὸ αἷμα αὐτοῦ ἦλθε φέρων δῶρον, τὸ σῶμα αὐτοῦ ἦλθε φέρων δῶρον. Καὶ τί παρ' ἐμοῦ ἔλαβε δῶρον; Πίστιν. Καὶ τίς ταύτης μοι ἔδωκε χάριν; Ἐπίστευσα ἐγὼ, ἐχαρίσατο ἐκεῖνος, ἐλύθη ἡ ἔχθρα. Εἶδες πραγμάτων εὐκολίαν; εἶδες καταλλαγῆς τάχος; Ὁ πρεσβευτὴς ἐπειδὰν ἔλθῃ πρὸς ἔθνος, οὐ καταξιοῖ ἀγοραίῳ ἤ τινι τῶν πενήτων διαλεχθῆναι, ἀλλ' εὐθὺς ὄρθριος πρὸς βασιλέα εἰσέρχεται. Οὗτος ὁ πρεσβευτὴς ἦλθε, καὶ εὐθέως πόρνῃ διελέχθη, λῃστῇ, καὶ μάγῳ, καὶ τελώνῃ.

Εἶδες πρεσβευτοῦ φιλανθρωπίαν; Οὐ γὰρ πρὸς ἕνα καὶ δεύτερον ἦλθεν, ἀλλὰ πρὸς τὴν κοινὴν φύσιν· καὶ ἦλθε τὸ ἱμάτιον τὸ ἐμὸν περιβεβλημένος, 59.514 ἵνα μὴ γυμνῇ τῇ θεότητι παραγενόμενος σοβήσῃ τὴν θήραν· ἀλλ' ἦλθε πρὸς ἄνθρωπον ὡς ἄνθρωπος. Ἐπειδὴ τοίνυν ἦλθεν, ἀνήγαγεν ἡμῶν τὴν ἀπαρχὴν, καὶ καλέσας τοὺς ἀποστόλους, τὴν πρεσβείαν αὐτοῖς ἐνεχείρισε· Λάβετε τὴν πρεσβείαν. Ἡμεῖς πῶς δυνάμεθα, δέομαί σου; Λάβετε Πνεῦμα ἅγιον. Σὺ ἐσφάγης, καὶ ἡμεῖς τί ἔχομεν παθεῖν; Λάβετε Πνεῦμα ἅγιον, καὶ, Ἐγὼ μεθ' ὑμῶν εἰμι, Μεθ' ὑμῶν, ὅτι πρεσβεύω· οὐ γὰρ ἐγκατέλιπον ὑμᾶς. Ἐπειδὴ τοίνυν ἀνέβη, καὶ τὴν πρεσβείαν αὐτοῖς ἐνεχείρισε. Καὶ τί θαυμάζεις, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς ὁ Πατὴρ πρεσβεύει; Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Ὁ ὑβρισθεὶς παρακαλεῖ. Ἵνα τί; Καταλλάγητε τῷ Θεῷ. Ὢ φιλανθρωπία! ὢ ἀγαθότης ἄφατος! Ἐπειδὴ τοίνυν ἀνέβη, καὶ τὴν πρεσβείαν τοῖς ἀποστόλοις ἐνεχείρισε· τὰ δὲ πράγματα ἦν ἀδιόρθωτα, καὶ ἡ οἰκουμένη ἀκανθῶν ἔγεμε, καὶ ἀσέβεια ἐτυράννει, καὶ ἡ κακία ἐκράτει, καὶ βωμοὶ ἀνήπτοντο, καὶ κνίσσα ἐμόλυνε, καὶ αἵματα ἐξεχεῖτο, καὶ φύσις ἐπατεῖτο, καὶ ὠδῖνες κατεφρονοῦντο, καὶ νόμοι καὶ θεσμοὶ καινοὶ παρελύοντο, καὶ θυγατέρας αὐτῶν καὶ υἱοὺς αὐτῶν τοῖς δαιμονίοις ἔθυον· καὶ τὰ ἄλλα πάντα ἦσαν πανηγύρεις, καὶ ῥητόρων χοροὶ, καὶ φιλοσόφων σύλλογοι, καὶ δαιμόνων βακχεῖαι, καὶ διαβόλου δύναμις, καὶ ξίφη ἠκονημένα, καὶ πανταχοῦ κρημνοὶ, καὶ πανταχοῦ σκόπελοι, καὶ συνήθεια ἡ κρατοῦσα, καὶ ὠδῖνες πατέρων, καὶ ἡ προγόνων ἀσέβεια, ὁδὸν ἡδονῆς ἔχουσα, καὶ νόμοι βασιλέων διεφθαρμένοι, καὶ δοῦλοι καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἰδιῶται, καὶ πλούσιοι καὶ πένητες, πάντες ἀσεβείᾳ συμπεπλεγμένοι, καὶ πολλὰ ἔχοντες τὰ μηχανήματα· οἱ δὲ ἀπόστολοι πάντες ἦσαν δώδεκα, μᾶλλον δὲ ἕνδεκα· ὁ γὰρ εἷς θηριάλωτος γέγονεν· ἦσαν οὖν ἕνδεκα. Ὁ τοίνυν Παῦλος οὐ λόγων δύναμιν κεκτημένος, οὐ χρημάτων περιουσίαν ἔχων, οὐ γλῶτταν ἠκονημένην, οὐ πατρίδος μέγεθος, οὐ γένους περιφάνειαν, οὐ σώματος ἰσχὺν, γυμνὸς, μεμονωμένος, ἰχθύων ἀφωνότερος, ἄσημος ἐξ ἀσήμων, ἰδιώτης, ἀμαθὴς, καὶ περιήρχετο σπείρων κατὰ τὴν οἰκουμένην τὰ σπέρματα τῆς εὐσεβείας, καὶ πάντες ἀντέπιπτον· καὶ ὁ μὲν ἐνέβαλ[λ]ε, καὶ ἐμαστίγου· ὁ δὲ ἐλάμβανε, καὶ εἰς δεσμωτήριον εἷλκεν· ὁ δὲ ἐλάμβανε, καὶ εἰς τήγανα ἐνέβαλλεν, ὁ δὲ ἐσκανδάλιζε· καὶ μυρίοι πόλεμοι. Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. ∆ιάκονοι Χριστοῦ εἰσι; Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν