1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

δεδοικὼς, προσέφερεν ὑπὲρ αὐτῶν θυσίας, καὶ πολλὴν αὐτῶν ἐποιεῖτο τὴν πρόνοιαν. Μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐκγόνοις μετὰ ἀκριβείας παρακαταθοῖτο. Καὶ μαρτυρεῖ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὁ Θεὸς οὕτω λέγων· Ἤδειν γὰρ, ὅτι συντάξει Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ τὰ κρίματα καὶ τὰ δικαιώματα. Καὶ ὁ ∆αυῒδ δὲ, ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα καὶ συνεχῶς ἔλεγεν· ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδὲν ἐμπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας οὐδὲν ὄφελός σοι τῆς βασιλείας καὶ τῆς πολλῆς ταύτης δυνάμεως. Ταῦτα καὶ τοιαῦτα ἔλεγεν, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις. 51.330 ιʹ. Ταῦτα καὶ ἡμεῖς, καὶ ζῶντες, καὶ μέλλοντες τελευτᾷν, πρὸς τοὺς παῖδας τοὺς ἑαυτῶν διαλεγώμεθα, καὶ πείθωμεν αὐτοὺς, ὅτι μέγας πλοῦτος, καὶ κληρονομία ἀδιάπτωτος, καὶ θησαυρὸς ἀνεπηρέαστος ὁ τοῦ Θεοῦ φόβος ἐστί· καὶ σπουδάζωμεν μὴ χρήματα αὐτοῖς καταλιμπάνειν τὰ ἀπολλύμενα, ἀλλὰ εὐσέβειαν τὴν μένουσαν καὶ μὴ δαπανωμένην. Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης καὶ τὰ ὄντα ἀπόλλυται χρήματα μετὰ κινδύνων καὶ τῆς ἐσχάτης αἰσχύνης· ταύτης δὲ παρούσης καὶ τὰ οὐκ ὄντα προσγίνεται. Ἐὰν ἀναθρέψῃς σὺ καλῶς τὸ παιδίον, οὕτω κἀκεῖνος τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὗτος τὸν υἱόν· καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς. Εἰ μετὰ ἀκριβείας οἱ πατέρες τοὺς ἑαυτῶν ἐπαίδευον παῖδας, οὐ νόμων, οὐ δικαστηρίων ἔδει, οὐ τιμωριῶν καὶ κολάσεων καὶ τῶν δημοσίων φόνων. ∆ικαίῳ γὰρ, φησὶ, νόμος οὐ κεῖται. Ἐπειδὴ δὲ καταμελοῦμεν αὐτῶν, διὰ τοῦτο μείζοσιν αὐτοὺς περιβάλλομεν κακοῖς, καὶ ταῖς τῶν δημίων ἐκδίδομεν χερσὶ, καὶ εἰς τὰ βάραθρα συνεχῶς ὠθοῦμεν· Ὁ γὰρ περιψύχων τὸν υἱὸν τὸν ἑαυτοῦ, καταδεσμεύσει τὰ τραύματα αὐτοῦ, φησί. Τί ἐστιν Ὁ περιψύχων; Ὁ ἐλεῶν, ὁ κολακεύων, ὁ θεραπεύων ὑπὲρ τὸ μέτρον. Σφοδρότητος γὰρ οὗτος καὶ ἐπιμελείας δεῖται καὶ φόβων. Ταῦτα λέγω οὐχ ἵνα λίαν τραχεῖς ὦμεν τοῖς παισὶν, ἀλλ' ἵνα μὴ εὐκαταφρόνητοι πρὸς αὐτοὺς φαινώμεθα. Εἰ γὰρ γυνὴ τὸν ἄνδρα φοβεῖσθαι ὀφείλει, πολλῷ μᾶλλον τὸ παιδίον τὸν πατέρα. Καὶ μή μοι λέγε, ὅτι ἀδύνατον περιγενέσθαι τῆς νεότητος. Εἰ γὰρ χήραν γυναῖκα ἀπαιτεῖ τὴν πρόνοιαν ταύτην ὁ Παῦλος, πολλῷ μᾶλλον τοὺς ἄνδρας· εἰ ἀδύνατον ἦν, οὐκ ἂν ἐπέταξεν. Ἀλλ' ἡ πᾶσα πονηρία παρὰ τὴν ἡμετέραν γίνεται ῥᾳθυμίαν, καὶ τὸ μὴ ἐξ ἀρχῆς, μηδὲ ἐκ πρώτης ἡλικίας εἰς εὐλάβειαν ἐνάγειν αὐτούς. Ἀλλ' ὅπως μὲν τῆς ἔξωθεν μετάσχοιεν παιδεύσεως, καὶ εἰς στρατείαν τελέσαιεν, σπουδάζομεν, καὶ χρήματα καταβάλλομεν, καὶ φίλους ἀξιοῦμεν, καὶ πολλαῖς κεχρήμεθα ταῖς περιδρομαῖς· ὅπως δὲ εὐδοκιμήσαιεν παρὰ τῷ βασιλεῖ τῶν ἀγγέλων, οὐδένα ποιούμεθα λόγον. Καὶ εἰς θεάματα μὲν συνεχῶς συγχωροῦμεν ἀναβαίνειν, εἰς ἐκκλησίαν δὲ οὐκ ἀναγκάζομεν οὐδέποτε· ἀλλὰ κἂν ἅπαξ ἢ δεύτερον παραγένηται τὸ παιδίον, ἁπλῶς καὶ εἰκῆ καὶ μάτην καὶ ψυχαγωγίας ἕνεκεν ἐνταῦθα παραγίνεται. Οὐκ ἐχρῆν δὲ οὕτως· ἀλλ' ὥσπερ εἰς διδασκαλεῖον πέμποντες τῶν μαθημάτων ἀπαιτοῦμεν τὰς εὐθύνας, οὕτω καὶ εἰς ἐκκλησίαν πέμποντες, μᾶλλον δὲ ἄγοντες. Οὐ γὰρ ἑτέροις αὐτοὺς ἐπιτρέπειν, ἀλλ' αὐτοὺς κατέχοντας ἐνταῦθα εἰσιέναι ἐχρῆν, καὶ τῆς ἐνταῦθα ἀκροάσεως καὶ διδασκαλίας τὴν μνήμην ἀπαιτεῖν ἔδει. Οὕτω γὰρ, οὕτω ῥᾴων ἐγίνετο καὶ εὔκολος ἡμῖν ἡ τῶν παίδων διόρθωσις· εἰ γὰρ καὶ ἐν τῇ οἰκίᾳ διαπαντὸς ἤκουον ὑμῶν διαλεγομένων περὶ φιλοσοφίας, καὶ συμβουλευόντων αὐτοῖς τὰ δέοντα, καὶ τὰ ἐνταῦθα αὐτοῖς προσετίθετο μετ' ἐκείνων, καὶ ταχέως ἂν τῶν καλῶν τούτων σπερμάτων γενναῖον ἡμῖν ἐπεδείξαντο καρπόν. Ἀλλ' οὐδὲν τούτων ποιοῦμεν, ἀλλὰ πάρεργα ἡμῖν τὰ ἀναγκαῖα· κἂν παραινέσῃ 51.331 τις περὶ τούτων, γέλως εὐθέως·