1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

7

καὶ τοὺς πρὸ πλείονος χρόνου· καὶ γὰρ καὶ τούτους οὕτω χρὴ καλεῖν. Εἰ γὰρ πολλὴν σπουδὴν ἐπιδεικνύμεθα περὶ τὴν ἑαυτῶν ψυχὴν, ἔξεστι καὶ μετὰ δέκα ἔτη εἶναι νεοφωτίστους, ἐὰν τὴν νεότητα τὴν ἀπὸ τοῦ φωτίσματος ἐγγινομένην ἡμῖν διασώσωμεν. Οὐδὲ γὰρ ὁ χρόνος ποιεῖ νεοφώτιστον, ἀλλ' ὁ βίος ὁ καθαρός· ἐγχωρεῖ γὰρ καὶ μετὰ δύο ἡμέρας ἀπολέσαι τὸ ἀξίωμα τῆς προσηγορίας τὸν μὴ προσέχοντα. Καὶ τούτου παράδειγμα ὑμῖν ἐρῶ, πῶς νεοφώτιστος εὐθέως ἀπώλεσε μετὰ δύο ἡμέρας καὶ τὴν χάριν τοῦ νεοφωτίστου καὶ τὴν τιμήν. Λέγω δὲ τὸ παράδειγμα, ἵνα ἰδόντες τὸ πτῶμα, ἀσφαλίσησθε τὴν ἑαυτῶν σωτηρίαν. Οὐ γὰρ ἀπὸ τῶν ἑστώτων ὑμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπεσκελισμένων διορθοῦσθαι χρὴ καὶ θεραπεύειν. Σίμων ὁ μάγος μετεβάλετο, φησὶ, καὶ βαπτισθεὶς προσκαρτερῶν ἦν τῷ Φιλίππῳ, θεωρῶν τὰ σημεῖα· ἀλλὰ μετ' ὀλίγας ἡμέρας εὐθέως ἐπανῆλθεν ἐπὶ τὴν ἑαυτοῦ κακίαν, καὶ διὰ χρημάτων ἐβούλετο τὴν σωτηρίαν πρίασθαι. Τί οὖν φησι τῷ νεοφωτίστῳ ὁ Πέτρος; Εἰς χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα· διὸ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ κακία αὕτη. Οὔπω ἐνέβη εἰς τοὺς ἀγῶνας, καὶ εὐθέως ἔπεσεν εἰς πτῶμα ἀσύγγνωστον. Ὥσπερ οὖν ἔστι μετὰ δύο ἡμέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω καὶ μετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας ἔστιν ἔχειν καὶ λαμπρὸν τοῦτο καὶ σεμνὸν ὄνομά τε καὶ πρᾶγμα. Καὶ τούτου μάρτυς ἀπόστολος Παῦλος, ἐν γήρᾳ διαλάμψας μειζόνως. Ἐπειδὴ γὰρ ἡ νεότης αὕτη οὐκ ἀπὸ φύσεως, ἀλλ' ἑκατέρας προαιρέσεως ἡμεῖς ἐσμεν κύριοι, καὶ τὸ γηρᾶσαι καὶ μεῖναι νέους ἐν ἡμῖν ἐστι κείμενον. Ἐπὶ μὲν γὰρ τοῦ σώματος κἂν ἅπαντά τις ἐπισπουδάζῃ, κἂν ἅπαντά τις πραγματεύηται, καὶ μὴ κατατρίβῃ τὸ σῶμα, κἂν ποιῇ μένειν ἔνδον, κἂν μὴ κατατείνῃ τοῖς πόνοις αὐτὸ καὶ τοῖς συνεχέσιν ἔργοις, πάντως κατὰ τὸν τῆς φύσεως νόμον καὶ οὕτως αὐτὸ καταλήψεται τὸ γῆρας· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλ' ἂν μὴ κατατρίβῃς αὐτὴν, μηδὲ κατατείνῃς πόνοις βιωτικοῖς καὶ κοσμικαῖς φροντίσι, μένει διαπαντὸς ἀκραιφνῆ τὴν νεότητα διατηροῦσα. Οὐχ ὁρᾶτε τούτους τοὺς ἀστέρας τοὺς ἐν τοῖς οὐρανοῖς; Ἑξακισχίλια λοιπὸν ἡμῖν ἔτη φαίνουσι, καὶ οὐδεὶς αὐτῶν ἀμαυρότερος γέγονεν. Εἰ δὲ ἔνθα φύσις, οὕτως ἔμεινεν ἀκμαῖον τὸ φῶς· ἔνθα προαίρεσις, οὐ πολλῷ μᾶλλον μενεῖ τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔλαμψε; Μᾶλλον δὲ, ἐὰν ἐθέλωμεν, οὐ τοιοῦτον μόνον μενεῖ, ἀλλὰ καὶ λαμπρότερον ἔσται, ὡς καὶ πρὸς αὐτὰς ἁμιλλᾶσθαι τὰς ἡλιακὰς ἀκτῖνας. Βούλει μαθεῖν πῶς ἔξεστι καὶ μετὰ χρόνον εἶναι νεοφωτίστους; Ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς ἀνθρώπους πρὸ πολλοῦ τοῦ χρόνου πεφωτισμένους· Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοί. Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱμάτιον, ἠλείψασθε τὸ μύρον τὸ πνευματικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε· μηδεὶς λοιπὸν ἐπὶ τὴν δουλείαν ἐπανερχέσθω τὴν προτέραν. Πόλεμός ἐστι τὰ πράγματα καὶ ἀγών. 51.76 Οὐδεὶς ἀγωνίζεται δοῦλος, οὐδεὶς στρατεύεται οἰκέτης· ἀλλ' ἐὰν ἁλῷ δοῦλος ὢν, μετὰ τιμωρίας ἐκβάλλεται τοῦ τῶν στρατιωτῶν καταλόγου. Οὐκ ἐπὶ τῆς στρατείας δὲ ταύτης, ἀλλὰ καὶ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων τὸ αὐτὸ τοῦτο ἔθος κρατεῖ. Μετὰ γὰρ τὰς τριάκοντα ἡμέρας τὰς ἐνταῦθα ἀναγαγόντες αὐτοὺς εἰς τὸ προάστειον περιάγουσι, καὶ τοῦ θεάτρου καθημένου παντὸς, βοᾷ ὁ κήρυξ, Μή τις τούτου κατηγορεῖ; ὥστε αὐτὸν ἀποσκευασάμενον τῆς δουλείας τὴν ὑποψίαν, οὕτως εἰς τοὺς ἀγῶνας ἐμβῆναι. Εἰ δὲ ὁ διάβολος οὐ δέχεται δούλους εἰς τοὺς ἀγῶνας τοὺς ἑαυτοῦ, πῶς σὺ τολμᾷς δοῦλος γενόμενος τῆς ἁμαρτίας εἰς τοὺς ἀγῶνας ἐμβῆναι τοῦ Χριστοῦ; Ἐκεῖ μὲν ὁ κήρυξ λέγει, Μή τις τούτου κατήγορος; ἐνταῦθα δὲ ὁ Χριστὸς οὐχ οὕτω λέγει· ἀλλὰ κἂν ἅπαντες αὐτοῦ κατηγορήσωσι πρὸ τοῦ βαπτίσματος, λέγει, Ἐγὼ δέξομαι αὐτὸν, καὶ ἀποσκευάσομαι τῆς δουλείας, καὶ ποιήσας ἐλεύθερον εἰς τοὺς ἀγῶνας εἰσάξω. Εἶδες φιλανθρωπίαν ἀγωνοθέτου; Οὐ ζητεῖ τὰ πρότερα, ἀλλὰ τῶν μετὰ ταῦτα εὐθύνας ἀπαιτεῖ. Ὅτε δοῦλος ἦς, μυρίους εἶχες κατηγόρους, τὸ