1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

καὶ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ, ἀνεπισκίαστον ὀφθῇ τὸ θαῦμα, δίκης κατὰ τὸ ἄγος οὐ τέχνης ἐμφαινομένης.

38 ∆ιὰ ταῦτα πάντα τὰς ἀρχαίας ἐπὶ τῷ νέῳ πάθει προθεσμίας ἐτήρησεν ὁ Χριστός· διὰ τοῦτο δὴ καὶ ἡμεῖς τηροῦμεν πάντας τοὺς χρόνους εἰς ἔνδειξιν τῶν μυστηριωδῶν λογισμῶν τὸ μίμημα περιέποντες. Ἀλλ' ὁ μὲν σωτήρ, τὸ ἀληθινὸν ἐκτελῶν πάσχα ὑπὲρ τοῦ τῆς ἐπικρεμαμένης δίκης τοὺς πάντας ῥύσασθαι, εἰκότως οἷα ἐπ' ἀληθινῷ καὶ κυρίῳ πάσχα πάντας τοὺς προειρημένους χρόνους μετ' ἀκριβείας ἐν τῇ ἑβδομάδι κατὰ τὸ ἀρχαῖον συνήγαγεν, ἵνα τὴν ἀνακεφα λαίωσιν ἀκριβῶς ἐκτελέσειεν· ἡμεῖς δέ, ἐπεὶ μὴ δύνανται εἰς ἀεὶ οὕτω συντρέχειν αἱ προθεσμίαι, μίμημα τοῦ ἀληθινοῦ πάσχα ποιοῦντες ὅση δύναμις τὸ μίμημα τῶν χρόνων περὶ τὸν τόπον συνάγομεν, τὴν ἀκριβῆ τῶν χρόνων κατάστασιν 39 τῷ πρωτοτύπῳ πάσχα τοῦ σωτῆρος παραχωρήσαντες. Ὅθεν ἅπαξ τυθέντος τοῦ μονογενοῦς καὶ πρὸς τὴν οἰκονομίαν ἀρκέσαντος οὐκέτι ἀμνὸς θύεται, ἀλλ' ὁ σωτὴρ ἐπὶ τῷ πάθει γινόμενος τῆς κυριωτάτης θυσίας ἄρτον καὶ ποτήριον μίμημα δίδωσιν, τὸ μὲν σῶμα ἴδιον, τὸ δὲ αἷμα ἀρρήτοις ἐπικλήσεσιν ἐκτελῶν καὶ προστάττων ἐν τούτοις τοῖς τύποις τὸ πάσχα ποιεῖν. Ἀκολούθως οὖν τῷ μιμήματι καὶ τοὺς χρόνους ἐν μιμήσει συνάγομεν ὅση δύναμις, καὶ ἰσημε ρίαν καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην καὶ τριήμερον περὶ τὸν τόπον ἀθροΐζοντες, τὴν μὲν τεσσαρεσκαιδεκάτην ἐξ ἀνάγκης κατὰ τὴν ἑβδομάδα, ὡς τὸ ἀρχαῖον διέδειξεν, καὶ αὐτὴν τὴν τριήμερον, τὴν δὲ ἰσημερίαν περὶ τὸν χρόνον τοῦ πάσχα, ὡς ἂν συνερχομένην.

40 Ὁ μὲν σωτὴρ τὸ κυριώτατον πάσχα ἐπιδειξάμενος ἀποτρόπαιον τῶν ἐπηρτημένων ἡμῖν κακῶν καὶ δαιμόνων καὶ εἰδωλολατρείας καὶ πάσης λύμης ἀπέφηνε καὶ ἐλευθέραν τὴν φύσιν ἡμῶν πρὸς τὴν τῆς μακαριότητος ἐπανάληψιν ἀπειργάσατο· ἐπειδὴ δὲ προσέταξεν ἐπὶ τῶν χρόνων καὶ τοῦ πάθους γινόμενος καὶ ἡμᾶς τοῦτο μιμουμένους ποιεῖν ἐπὶ συμβόλοις οἷς ἔδωκε φήσας· "Τοῦτο ποιεῖτε εἰς ἐμὴν ἀνάμνησιν", εἰκότως καθ' ἕκαστον ἐνιαυτὸν ἐπὶ τῆς αὐτῆς ἀναμνήσεως μετ' ἰσημερίαν γινόμενοι εἰς σωτηρίαν πάντων ἡμῶν καὶ ἀποτροπὴν τῶν ἐπιγινομένων κακῶν καὶ τῶν οὐρανίων χαρίτων μετάληψιν τὸν σωτῆρα μιμούμενοι τὸ 41 πάσχα ἀνύομεν ἐπὶ φανοτάτῃ φαιδρότητι τοῦ παντός. ∆ιὰ ταύτην τὴν αἰτίαν τὴν τῶν αἱρετικῶν ἄγνοιαν καὶ τὴν τῶν Ἰουδαίων ἐπὶ τῷ τοῦ πάσχα μυστηρίῳ ἀπεδυσάμεθα, παραλαμβάνοντες ἀεὶ πρὸς τοῦτο ἰσημερίαν καὶ ζητοῦντες τὴν μετ' ἰσημερίαν τεσσαρεσκαιδεκάτην καὶ οὕτω παρα σκευὴν καὶ σάββατον καὶ κυριακὴν τὴν τοῦ κυρίου ἐπώνυμον, καθὰ πολλάκις ἐρρήθη, διὰ τὸ αὐτὸν τὸν κύριον ταύτας τὰς προθεσμίας τετηρηκέναι ἐπὶ τὸ δεῖξαι τὸ τοῦ προβάτου αἴνιγμα, ὃ δὴ ὁ νόμος πάσχα ἐκάλει, ἐπ' αὐτοῦ τελεσθὲν εὐκαίρως ἀντεισαχθέντος.

42 Ὅρα δή, ἄδελφε, τὴν ἀνάγκην τοῦ πράγματος εἰς δεῖξιν τῆς ἀληθείας. Ἐκέλευσε Μωϋσῆς πρώτῳ μηνὶ τεσσαρε σκαιδεκάτῃ σελήνης τὸ πρόβατον σφαγιάζεσθαι, ὃ δὴ τύπον τοῦ σωτῆρος οἱ προφῆται ἐβόων, ὅθεν δὴ καὶ παρέλαβον αὐτῷ τῷ σωτῆρι καὶ ἔλεγον· "Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν", διὸ θεασάμενος τοῦτον ὁ πρόδρομος Ἰωάννης ἐβόα· "Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσ μου". Ἐπεὶ οὖν ἀκόλουθον ἦν παρελθόντος τοῦ ἐναργοῦς παυθῆναι τὸν τύπον, οὐκ ἄλλην προθεσμίαν ἐν ἄλλῃ ᾔτησεν ὁ Χριστὸς ἢ τὴν τοῦ προβάτου σφαγήν, ὡς ἂν τὴν ἀντει 43 σαγωγὴν ἐπιδείξειεν. ∆ιὰ τοῦτο συνάπτει μὲν πάντας τοὺς χρόνους, ὡς εἶπον, καὶ συντρέχει τῇ παρασκευῇ ἡ τεσσαρε σκαιδεκάτη· καί, νόμου κελεύοντος "πρὸς ἑσπέραν" καὶ "ἀνὰ μέσον τῶν ἑσπερινῶν" τὸ πρόβατον σφάζεσθαι, καὶ ἡμέραν καὶ ὥραν τῆς σφαγῆς ἐπιτηρεῖ ὁ σωτήρ, ἡμέραν μὲν τὴν παρασκευήν, ἐν ᾗ ἐκτίσθη ὁ ἄνθρωπος, ὥραν δὲ τὴν ἐννάτην, καὶ περὶ αὐτὴν τὴν ἐννάτην ἐπὶ σταυροῦ ἀποπνεῖ. "Πρὸς ἑσπέραν" μὲν γὰρ ἀπὸ τῆς ἑβδόμης ὥρας εἶναι