Ἐν ἄλλῃ δὲ ἐπιστολῇ περὶ τῶν αὐτῶν διδάσκων καὶ τὴν ὑπερβολὴν τοῦ πνευματικοῦ πλούτου ἐπιδεικνύων τοῖς μαθηταῖς καὶ προτρεπόμενος σπεύδειν αὐτοὺς εἰς τὸ τέλειον μέτρον καταντῆσαι ἔλεγε· Ζηλοῦτε δὲ τὰ πνευματικὰ χαρίσματα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφητείαν καὶ 250 εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. καὶ ἐπάγει τοὺς καρποὺς τῆς ἀγάπης οἷοί εἰσι καὶ πῶς οἱ ταύτην κεκτημένοι τῶν τῆς κακίας παθῶν παντελῶς ἐλυτρώθησαν, λέγων· Ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται· οὐ φυσιοῦται· οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς· οὐ λογίζεται τὸ κακόν· οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει· πάντα ὑπομένει· πάντα πιστεύει· πάντα ἐλπίζει. καὶ πάλιν ὁ αὐτός· Ἡ ἀγάπη οὐδέποτε πίπτει. τὸ δὲ "3οὐδέποτε πίπτει"3 τοῦτο σημαίνει, ὡς οἱ ἐν τοῖς προειρημένοις χαρίσμασι τοῦ πνεύματος ὄντες καὶ μηδέπω διὰ τῆς πληρεστάτης καὶ ἐνεργοῦς ἀγάπης τοῦ πνεύματος τὴν λύτρωσιν τῶν παθῶν δεξάμενοι ἐν κινδύνῳ ἔτι καὶ ἀγῶνι καὶ φόβῳ τυγχάνουσι διὰ τὴν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πάλην, εἰ καὶ χαρίσματα πνευματικὰ κέκτηνται. ἰδοὺ γὰρ οἷον καὶ ὅσον πνευματικὸν μέτρον, ἅτε μηκέτι ὂν ὑπὸ πτῶσιν καὶ πάθος, ἔδειξε τοῖς βουλομένοις ἀκριβῶς βαίνειν τὴν ὁδὸν τοῦ χριστιανισμοῦ· 251 ὥστε καὶ γλώσσας ἀγγέλων καὶ προφητείαν καὶ πίστιν καὶ πᾶσαν τὴν γνῶσιν καὶ χαρίσματα ἰαμάτων μηδὲν εἶναι ὡς πρὸς σύγκρισιν τῆς ἀκροτάτης ἀρετῆς καὶ τοῦ πληρώματος τῆς ἀγάπης τῆς τελειότητος, καίπερ κἀκεῖνα τοῦ αὐτοῦ πνεύματος ὄντα ἐνεργήματα. ἀλλ' ἵνα, ἐάν τις ἐκείνων τῶν χαρισμάτων καταξιωθῇ, μὴ νομίσῃ διὰ τὴν καινοτέραν τῆς χάριτος ἐνέργειαν εἰς τὸ τέλειον ἐφθακέναι καὶ ὡς μηκέτι χρῄζων τινὸς οἰηθεὶς ἀπομείνῃ τῶν τελείων τῆς ἀπαθείας μέτρων, ἐν τοῖς ἐλάττοσι χαρίσμασι μόνον ἐμπληροφορούμενος, διὰ τοῦτο τὸν σκοπὸν τῆς τελειότητος ὑπέδειξεν, ἵνα ἕκαστος ἑαυτὸν πτωχὸν ἀπὸ τηλικούτου πλούτου ἐπιγινώσκων ἀπαύστως ἀνενδότως τὸν καλὸν ἀγωνίζηται ἀγῶνα, καὶ τὸν πνευματικὸν δρόμον οὕτως τρέχῃ, ἕως οὗ καταλάβῃ, καθὼς εἴρηκεν· Οὕτως τρέχετε, ἵνα καταλάβητε. Ἰδοὺ πῶς τὸν τῆς εὐσεβείας καὶ τελειότητος ὅρον καὶ σκοπὸν καὶ κανόνα διὰ πολλῶν εἰς φανερὸν πᾶσι τίθησιν ἐπευχόμενος τοῖς ἰδίοις μαθηταῖς εἰς αὐτὸν πάντας φθάσαι· πάλιν γὰρ ὁ αὐτὸς ἐν ἑτέρῳ δεικνύων τὴν ἐν Χριστῷ γινομένην καινότητα καὶ μεταβολὴν τοῖς πιστοῖς καὶ ἀγαπῶσι τὸν κύριόν φησιν· Οὔτε γὰρ περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις· καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχοῦσιν εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. καὶ πάλιν· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε. διὰ μιᾶς λέξεως τῆς καινῆς κτίσεως τὸν ἀποστολικὸν κανόνα 252 εἰς φανερὸν τέθεικεν· ἡ δὲ καινὴ κτίσις τί ἄλλο ἐστὶν ἤ, καθὼς ὁ αὐτὸς ἀλλαχοῦ λέγει· Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος, τὴν παντελῆ ἀπὸ τοῦ αἴσχους καθαρότητα, ὅ ἐστιν ἡ παντελὴς τῶν παθῶν ἀπαλλαγή, καὶ τὴν πλήρη τῆς θείας τοῦ πνεύματος δυνάμεως ἄρρητον καὶ μυστικὴν ἐν ἁγιασμῷ κοινωνίαν, ἐν καρδίαις ἁγίων ἐνεργουμένην, καινοτέρας ὑπὲρ τὴν φύσιν καὶ πνευματικῆς ἐν ἀρεταῖς ἀπολαύσεως κατηξιωμένων, ταύτην εἶναι τὴν ἐν Χριστῷ καινὴν κτίσιν ὁ ἀπόστολος ἐδίδαξεν. ἀλλὰ καὶ τὸ Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα· καὶ τὸ Ἑορτάζομεν μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, τὸν αὐτὸν