1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

8

τὰς πόρπας καὶ τὰς ζώνας, πάντα κληρονομίαν ἄστατον, χρῆσιν κοινὴν ἀπὸ τῶν ὁδευόντων εἰς τοὺς μένοντας ἀποβαίνουσαν. 2.4.3 Τί δὲ τῆς τῶν ὑπάρχων ἀξίας ἡ σκηνή, τὸ ἀργυροῦν ὄχημα, ἡ καλαμὶς ἡ χρυσῆ; οὐκ ἀεὶ ταῦτα ἔχει τὸν ὕπαρχον καὶ οὐδέποτε τὸν αὐτόν, εἰ μὴ πρὸς ὀλίγον ἕκαστον; Ὡς γὰρ ἡ κλίνη τῆς ἐκφορᾶς ἄλλοτε ἄλλα δέχεται σώματα, οὕτως καὶ τῶν ἀρχῶν τὰ σύμβολα τοὺς χρωμένους ἀμείβει. 2.4.4 Ἐντεῦθεν καὶ ὁ ἀπόστολος ἡμῖν ἐβόα πλείστας φωνὰς ταύτης τῆς διανοίας παιδευτικάς· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· καὶ τό, Ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες· καὶ τό, Οἱ χρώμενοι ὡς μὴ παραχρώμενοι. Πάντα γὰρ ταῦτα πρὸς ἕνα τείνει σκοπόν, ὅτι προσῆκεν ὡς ἐφημέρους ἡμᾶς διαζῆν ἀναμένοντας τῆς ἐξόδου τὸ σύνθημα. 2.5.1 Καὶ ἵνα καταμάθῃς ἀκριβῶς, ὅτι νόμοις ὑπόκεισαι καὶ κανόσι δεσποτικοῖς, καθ' οὕς σε προσῆκεν ζῆν ἀκριβῶς, ἀπὸ σαυτοῦ πρῶτον κατανόησον, ὅτι καὶ τὸ σῶμα σου καὶ ἡ ψυχὴ πανταχόθεν τοῖς τῆς ἀρετῆς ὑπόκειται παραγγέλμασι καὶ οὐδὲ σαυτοῦ κύριος εἶ· ἀλλὰ προσῆκεν σε οἰκονομεῖν καὶ λόγον καὶ πρᾶξιν καὶ πᾶν τῆς ζωῆς σου κίνημα. 2.5.2 Ἔλαβες σῶμα παρὰ τοῦ κτίσαντος, ἐκ πολλῶν μορίων συγκείμενον καὶ πέντε αἰσθήσεσιν εἰς τὰς τῆς ζωῆς χρείας οἰκονούμενον. Εἰσὶ δὲ οὐδὲ αὗται ἐλεύθεροι καὶ αὐτόνομοι, ἀλλ' ἑκάστη δούλη νόμων ἐστίν. Καὶ πρῶτος ἀκούει ὀφθαλμός· βλέπε φύσιν καὶ θεώρει ἃ βλέπειν καλόν· ἥλιον, πᾶσαν τὴν οἰκουμένην φωτίζοντα· σελήνην, τὸ σκυθρωπὸν καὶ ζοφῶδες τῆς νυκτὸς καταυγάζουσαν· τοὺς ἄλλους ἀστέρας, οὐ πολὺ μέν, οὐδὲ αὔταρκες ἡμῖν τὸ παρ' ἑαυτῶν φῶς χορηγοῦντας, πλὴν τὸ κάλλος ὃ ἔλαχον ἀποστίλβοντας. 2.5.3 Θεώρει γῆν, φυτοῖς παντοδαπέσι καὶ βοτάνοις κομῶσαν· θάλασσαν ἡπλωμένην ὡς πεδίον ὁμαλές, ὅταν εἰς καθαρὰν γαλήνην παγῇ. Εἰς ταῦτα καὶ τὰ τοιαῦτα κατακέχρησο τῷ ὁρᾶν· τὰς δὲ ἄλλας θέας, ὅσαι διὰ τῆς ὄψεως τὴν βλάβην ἐπεισάγουσι τῇ ψυχῇ, φεῦγε καὶ παράτρεχε καὶ ἐπιτίθει σαυτῷ κάλυμμα, ἵνα μὴ βλέπῃς. Βέλτιον γὰρ σκοτίσαι τὴν αἴσθησιν, ὅταν τῶν ἔργων τοῦ σκότους τὴν αἰτίαν παρ έχῃ. ∆ιὰ τοῦτο χθὲς ἔλεγεν ἡμῖν ὁ Κύριος διὰ Ματθαίου· Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ· καὶ βέλτιον ἐκκόπτειν αὐτόν, ὅταν ἄτακτα βλέπῃ καὶ ἐπιζήμια. 2.5.4 Ἔχει καὶ ἡ ἀκοὴ παραγγέλματα κωλυτικὰ κακῆς ἀκροάσεως. Χρὴ γὰρ αὐτήν, ὅταν μὲν ἀγαθῶν τινων ἀκούῃ, ἀναπεπταμένην εἶναι καὶ δι' ἑαυτῆς τῇ ψυχῇ παραπέμπειν τῶν συμφερόντων λόγων τὴν αἴσθησιν. Εἰ δέ τις κακίας ἑταῖρος καὶ λοιμὸς καὶ φθόρος πλησιάσας αὐτῇ ἐπαντλεῖν μέλλει τῆς ἁμαρτίας τὸν βόρβορον, δεῖ φεύγειν αὐτὸν ὡς ἰοβόλον θηρίον. 2.5.5 Σωφρονείτω καὶ ἡ γλῶσσα μετὰ τοῦ στόματος· λαλείτω τὰ δίκαια· τῶν δὲ ἀπηγορευμένων ἀπεχέσθω, λοιδοριῶν, συκοφαντιῶν, κατηγορίας ἀδίκου, καταλαλιᾶς τῆς κατὰ τῶν ἀδελφῶν, βλασφημίας τῆς πρὸς Θεόν· φθεγγέσθω δὲ ὅσα εὔφημα, ὅσα εὐσεβῆ, ὅσα πράξεων ἀγαθῶν ἔχει τὴν συμβουλήν· καὶ λεγέτω πᾶς ἄνθρωπος τὰ τοῦ ἱεροψάλτου· Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· καὶ τό, Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· καὶ τό, Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς ἀνομίαν; Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσα σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. 2.5.6 Γευέσθω τῶν ὠφελούντων τὸ στόμα. Σωφρω νείτω καὶ ἡ ῥὶς μὴ τρυφὴν ἀεὶ ὀσφραινομένη, μήδε μύρων πολυτελῶν ἀτμοὺς εὐωδίας ἐπὶ τὴν κεφαλὴν ἀνέλκουσα. Τῶν γὰρ τοιούτων καὶ ὁ Ἡσαΐας σφοδρῶς ἐστιν κατήγορος. Μεμνήσθω καὶ ἡ χεὶρ τῶν ἐντολῶν, ἵνα μὴ πάντων ἀκωλύτως ἅπτηται. Ἐκτεινέσθω πρὸς ἐλεημοσύνην, μὴ πρὸς ἁρπαγήν· τηρείτω τὰ ἴδια, μὴ συναγέτω τὰ ἀλλότρια· ἁπτέσθω σωμάτων νωθρῶν καὶ κεκακωμένων δι' ἀγαθῆς ἐπισκέψεως, μὴ τῶν σφριγώντων καὶ ταῖς πορνείαις ἐσχολακότων. 2.6.1 Ἔδειξεν ἡμῖν ὁ λόγος, ὡς καὶ αὐτοὶ ἑαυτῶν οὐ δεσπόται ἐσμέν, ἀλλ' οἰκονόμοι. Πᾶν γὰρ τὸ νόμοις ὑποκείμενον καὶ προστάγμασιν δοῦλον τοῦ νομοθέτου ἐστὶν καὶ ὑπήκοον. Εἰ