8
περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος ἤδη κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ μήτε γράμματι διασημάναι τὴν γνώμην. Καίτοι εἰ καὶ πάντα φανερῶς ἐγέγραπτο, καὶ πᾶσα φωνὴ διαῤῥήδην κεκήρυκτο, ἓν γράμμα παρεντεθὲν ἱκανὸν ἦν πᾶσαν μεταποιῆσαι τὴν γνώμην· μία σφραγὶς παραποιηθεῖσα, δύο ἢ τρεῖς μάρτυ ρες ἄδικοι, ὅλον ἂν τὸν κλῆρον ἐφ' ἑτέρους μετήνεγκαν.
9 -Τί οὖν σεαυτὸν ἐξαπατᾷς, νῦν μὲν κακῶς εἰς ἀπόλαυσιν σαρ κὸς τὸν πλοῦτον διατιθέμενος, ἐπαγγελλόμενος δὲ εἰς ὕστερον ὧν οὐκέτι ἔσῃ κύριος; Ὡς ὁ λόγος ἔδειξε, πονηρὰ ἡ βουλή· ζῶν μὲν, ἀπολαύσω τῶν ἡδονῶν· ἀποθανὼν δὲ, πράξω τὰ διατεταγμένα. Ἐρεῖ καὶ σοὶ Ἀβραάμ· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· Οὐ δέχεταί σε ἡ στενὴ καὶ τεθλιμ μένη ὁδὸς, τὸν ὄγκον τοῦ πλούτου μὴ ἀποθέμενον. Βαστάζων αὐτὸν ἐξῆλθες· μὴ γὰρ ἀπέῤῥιψας, ὡς προσετάχθης. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθεις· μετὰ τὸν θάνατον καὶ τὴν διάλυσιν, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προετίμησας. Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Κύριος. Καὶ τοῦτο τί εἴπωμεν, ἐχθρῶν ἄμυναν, ἢ τοῦ πλησίον ἀγάπην; Ἀνάγνωθί σου τὰς διαθήκας. Ἐβουλόμην μὲν ζῇν, καὶ ἀπολαύειν τῶν ἐμαυτοῦ. Τῷ θανάτῳ χάρις, οὐ σοί. Εἰ γὰρ ἦς ἀθάνατος, οὐκ ἂν ἐμνήσθης τῶν ἐντολῶν· Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται· Νεκρὸν εἰς θυσιαστήριον οὐκ ἀνάγεται· ζῶσαν προσένεγκε τὴν θυσίαν. Ὁ ἐκ τοῦ περισσεύματος προσφέρων ἀπρόσδεκτος. Σὺ δὲ ἃ μετὰ πᾶσαν τὴν ζωὴν ἐπερίσσευσε, ταῦτα προσφέρεις τῷ εὐεργέτῃ. Εἰ οὐ τολμᾷς ἐκ τῶν λειψάνων τῆς τραπέζης δεξιώσασθαι τοὺς ἐνδόξους, πῶς οὖν τολμᾷς τὸν Θεὸν ἐκ τῶν λειψάνων ἐξιλεοῦσθαι; Ἴδετε τὸ τέλος τῆς φιλοχρηματίας, οἱ πλούσιοι, καὶ παύσασθε ἐμπαθῶς πρὸς τὰ χρήματα διακείμενοι. Ὅσῳ φιλόπλουτος εἶ, τοσούτῳ μᾶλλον μηδὲν ὑπολίπῃ τῶν προσόντων σοι. Πάντα σεαυτοῦ ποίησαι, πάντα ἐπικόμισαι, μὴ καταλίπῃς ἀλλοτρίοις τὸν πλοῦτον. Τάχα σε οὐδὲ περιστελοῦσιν οἱ οἰκέται τῷ τελευταίῳ κόσμῳ, ἀλλ' ἀφοσιώσονται τὴν ταφὴν, τοῖς κληρονόμοις λοιπὸν προσχωρήσαντες κατὰ τὴν εὔνοιαν. Ἤ που καὶ καταφιλοσοφήσουσί σου τότε· Ἀπειροκαλία, φησὶν, καλλωπίζειν νεκρὸν, καὶ πολυτελῶς ἐκκομίζειν τὸν οὐκέτι αἰσθανόμενον. Τί δὲ οὐ βέλτιον τοὺς περιόντας κοσμεῖσθαι τῇ πολυτελεῖ καὶ ἐνδόξῳ περιβολῇ, ἢ συγκατασήπειν τῷ νεκρῷ τὰ πολυτίμητα τῆς ἐσθῆτος; Τί δὲ μνήματος ἐπισήμου, καὶ ταφῆς πολυτελοῦς, καὶ δαπάνης ἀκερδοῦς ὄφελος; ∆έον εἰς τὰ κατὰ τὸν βίον ἀναγκαῖα χρήσασθαι τοῖς περιοῦσιν. Τοιαῦτα ἐροῦσι καὶ σὲ τῆς βαρύτητος ἀμυνόμενοι, καὶ τοῖς διαδεξαμένοις τὰ σὰ χαριζόμενοι. Προλαβὼν οὖν, σεαυτὸν ἐνταφίασον. Καλὸν ἐντάφιον ἡ εὐσέβεια. Πάντα περιβαλλόμενος ἄπελθε· οἰκεῖον κόσμον τὸν πλοῦτον ποίησαι· ἔχε αὐτὸν μετὰ σεαυτοῦ. Πείσθητι καλῷ συμβούλῳ, τῷ ἀγαπήσαντί σε Χριστῷ, τῷ δι' ἡμᾶς πτωχεύσαντι, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· τῷ δόντι ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν. Ἢ ὡς σοφῷ τὸ συμφέρον ἡμῖν συνορῶντι πεισθῶμεν, ἢ ὡς ἀγαπῶντος ἡμᾶς ἀνασχώμεθα, ἢ ὡς εὐεργέτην ἡμῶν ἀμειψώμεθα. Πάντως δὲ ποιήσωμεν τὰ διατεταγμένα ἡμῖν, ἵνα κληρονόμοι γενώμεθα. τῆς αἰωνίου ζωῆς τῆς ἐν αὐτῷ τῷ Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.