8
τὰ φαῦλα ῥοπὴν, ἀλλὰ τοῖς τῆς δικαιοσύνης τιμηθήσῃ στεφάνοις, οἷς παρὰ πάντα σου τὸν βίον τὴν ἀρετὴν ἐστεφάνωσας.
Πηλίκων σοι πρόξενος ἀγαθῶν γενήσεται ἡ βίβλος τῶν Παροιμιῶν, διδάσκουσα τήν τε ἀληθῆ δικαιοσύνην καὶ κρῖμα κατευθύνειν; Τί οὖν πρὸς τούτοις ἔτι; Ἵνα δῷ, φησὶν, ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. ∆ιττῶς νοοῦμεν τὴν ἀκακίαν. Ἢ γὰρ τὴν ἀπὸ τῆς ἁμαρτίας ἀλλοτρίωσιν λογισμῷ κατορθουμένην, καὶ διὰ μακρᾶς προσοχῆς καὶ μελέτης τῶν ἀγαθῶν οἷόν τινα ῥίζαν τῆς κακίας ἐκτεμόντες, κατὰ στέρησιν αὐτῆς παντελῆ τὴν τοῦ ἀκάκου προσηγορίαν δεχόμεθα· ἢ ἀκακία ἐστὶν ἡ μήπω τοῦ κακοῦ ἐμπειρία, διὰ νεότητα πολλάκις ἢ βίου τινὸς ἐπιτήδευσιν ἀπείρως τινῶν πρός τινας κακίας διακειμένων. Οἷον ὁ παῖς οὐκ οἶδεν ὑπερηφανίαν, οὐκ οἶδε δόλον καὶ ῥᾳδιουργίαν. Πάλιν εἰσί τινες τῶν τὴν ἀγροικίαν οἰκούντων, οὐκ εἰδότες τὰς ἐμπορικὰς κακουργίας, οὐδὲ τὰς ἐν δικαστηρίῳ διαπλοκάς. Τοὺς τοιούτους ἀκάκους λέγομεν, οὐχ ὡς ἐκ προαιρέσεως 31.409 τῆς κακίας κεχωρισμένους, ἀλλ' ὡς μήπω εἰς πεῖραν τῆς πονηρᾶς ἕξεως ἀφιγμένους. Ἄκακος δὲ κυρίως, ὁποῖος ἦν ∆αβὶδ, λέγων· Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· ὁ πᾶσαν πονηρίαν διὰ τῆς κατ' ἀρετὴν ἀσκήσεως τῆς ἑαυτοῦ ψυχῆς ἀποστήσας, ὃς καὶ τῆς κληρονομίας τῶν ἀγαθῶν ἀξιοῦται. ∆ιότι Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ. Ὁ τοιοῦτος πεποιθὼς ἐρεῖ· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην· καὶ πάλιν· Κρῖνόν με κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί. Χαρακτηρίζει δὲ τὸν ἄκακον ἡ ἁπλότης τοῦ ἤθους, τὸ γενναῖον, τὸ ἀκατάσκευον. Ὁποῖος ἦν Ἰακώβ· Ἄπλαστος, φησὶν, οἰκῶν οἰκίαν· τουτέστι, τῇ ἐκ τῆς φύσεως ἀπλότητι κεχρημένος, οὐδὲν ἐκ τέχνης ἐπίπλαστον σχῆμα, οἷον προσωπεῖον, ἑαυτῷ πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην περιτιθείς. Ἐνταῦθα μέντοι ἄκακον ἔοικε λέγειν τὸν ἀπειρόκακον, ὃν καὶ χρείαν ἔχειν φησὶ τῆς ἐπαινετῆς πανουργίας, ἵνα πρὸς τῇ ἐκ φύσεως ἀκεραιότητι καὶ τὸ ἐξ ἐμπειρίας συνετὸν ἐπικτήσηται, καὶ οἷον ὅπλῳ τινὶ τῇ καλῇ πανουργίᾳ πεφραγμένος, δυσάλωτος ᾖ ταῖς ἐπιβουλαῖς τῶν ὑπεναντίων. ∆εῖ γὰρ, οἶμαι, τὸν τέ- λειον φρόνιμον μὲν εἶναι πρὸς τὸ ἀγαθὸν, ἀκέραιον δὲ πρὸς τὸ κακόν. Ἐντεῦθεν ὥσπερ ἐκ πηγῆς τινος ἀρυέσθωσαν οἱ ἄκακοι τὴν σώζουσαν πανουργίαν. Ἀνὴρ γὰρ πανοῦργος θρόνος αἰσθήσεως· καὶ, Πανοῦργος δὲ, κακῶν ἐπερχομένων, ἀπεκρύβη· καὶ, Ὁ δὲ φυλάσσων ἐλέγχους, πανουργότερος.
Ἔστιν οὖν ἡ πανουργία ἐνέργεια πάντων κατ' ἐπιτήδευσιν τεχνικήν· ὥσπερ ἡ κακουργία ἡ μόνου ἐστὶ τοῦ κακοῦ ἐργασία. Ἐπεὶ οὖν πᾶσαν ἐργασίαν παραδέχεται ὁ πανοῦργος, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ φαῦλά ἐστι, δύο σημαίνει ἡ τοῦ πανούργου προσηγορία. Καὶ ὁ μὲν ἐπὶ βλάβῃ ἑτέρων τῇ ἐπινοίᾳ χρώμενος τῶν ἔργων, πονηρός· ὁ δὲ ἐπαινετὸς πανοῦργος ὁ ὀξέως καὶ συνετῶς τὸ οἰκεῖον ἀγαθὸν ἐξευρίσκων, καὶ τὰς δολίως καὶ ἐπιβούλως παρ' ἑτέρων αὐτῷ βλάβας σκευωρουμένας ἀποδιδράσκων. Πρόσεχε οὖν ἀκριβῶς τῷ τῆς πανουργίας ὀνόματι· καὶ γίνωσκε, ὅτι μέση τις ἕξις ἐστὶ, καθ' ἣν ὁ μὲν ἐκ προθέ- σεως ὑγιοῦς ἐπ' ὠφελείᾳ ἑαυτοῦ καὶ τῶν πλησίον αὐτῇ κεχρημένος ἀποδεκτὸς, ὁ δὲ ἐπὶ βλάβῃ τῶν πέλας μεταχειριζόμενος αὐτὴν κατεγνωσμένος, ἀφορμῇ πρὸς ἁπώλειαν τῷ ἐπιτηδεύματι χρώμενος. Πλήρης δὲ ἡ ἱστορία τῆς ἐφ' ἑκάτερα χρήσεως 31.412 τοῦ ἐπιτηδεύματος. Καλὴ πανουργία τῶν Ἑβραίων κατασοφισαμένων τοὺς Αἰγυπτίους, καὶ τόν τε μισθὸν τῆς ἐργασίας τῶν πόλεων ἀπολαβόντων, καὶ ὕλας ἑαυτοῖς πρὸς τὴν σκηνὴν συμπορισαμένων. Ἐπαινετῶς ἐπανουργεύσαντο αἱ μαῖαι περιποιούμεναι τὰ ἄῤῥενα τῶν Ἑβραίων. Καλὴ πανουργία Ῥεβέκκας τὴν μεγάλην εὐλογίαν τῷ υἱῷ προξενούσης. Καλῶς ἐπανουργεύσατο Ῥαάβ· καλῶς Ῥαχήλ· ἡ μὲν τοὺς κατασκόπους περισωσαμένη, ἡ δὲ τὸν πατέρα κατασοφισαμένη, καὶ τῆς εἰδωλολατρείας ἐλευθερώσασα. Πονηρῶς