8
σαρκὶ τὸ τῆς πείρας προσῆγε μηχάνημα, καὶ τὸ σῶμα μαστίξας ἀῤῥήτοις πληγαῖς, σκωλήκων ἀνα δίδοσθαι πηγὰς ἐξ αὐτοῦ παρεσκεύασε· καὶ τῶν τῆς βασιλείας θρόνων τὸν ἄνδρα καταγαγὼν, ἐπὶ κοπρίας ἐκάθισεν. Ὁ δὲ, καὶ τοιούτοις βαλλόμενος πάθεσιν, ἀκίνητος ἔμεινε· καὶ σπαραττομένου τοῦ σώματος, ἄσυλον ἐφύλαττε τὸν τῆς εὐσεβείας θησαυρὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς. Οὐκ ἔχων τοίνυν ὅ τι ποιήσει λοιπὸν ὁ πολέμιος, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τὴν τοῦ γυναίου διάνοιαν ὑπο σύρας εἰς ἀσεβῆ γνώμην καὶ βλάσφημον, δι' ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν.
Καὶ ἡ μὲν πρὸς τὸν μακρὸν χρόνον ἀπαγορεύσασα, τῷ δικαίῳ παρίστατο, κάτω νενευκυῖα, καὶ τὰς χεῖρας ἐπὶ τοῖς ὁρωμένοις συγκρούουσα, καὶ τοὺς τῆς εὐσε βείας αὐτῷ καρποὺς ὀνειδίζουσα, καὶ καταλέγουσα μὲν τὴν παλαιὰν εὐθηνίαν τῶν οἰκείων, ὑποδεικνύουσα δὲ τὰ παρόντα κακὰ, καὶ οἷον ἐξ οἵων ἔλαχε βίον, καὶ τίνα τῶν πολλῶν θυσιῶν ἐδέξατο παρὰ τοῦ ∆εσπότου μισθὸν, ἔλεγέ τε ἀεὶ τῆς μὲν τῶν γυναικῶν ὀλιγο 31.561 ψυχίας ἄξια ῥήματα, ταράξαι δὲ πάντα ἄνδρα δυνά μενα, καὶ περιτρέψαι καὶ γενναίαν διάνοιαν· πλανῆ τις γὰρ καὶ λάτρις περιέρχομαι, ἡ βασιλὶς δουλεύω, καὶ πρὸς τὰς τῶν ἐμῶν οἰκετῶν χεῖρας ἠνάγκασμαι βλέπειν, καὶ τρέφουσα πάλαι πολλοὺς, ἀγαπητῶς ἐκ τῶν ἀλλοτρίων παρατρέφομαι νῦν· καὶ ὅτι καλὸν εἴη καὶ χρήσιμον, ἀσεβέσι χρησάμενον ῥήμασιν ἑαυτὸν τῆς γῆς ἐκτεμεῖν, τὸ τῆς τοῦ κτίσαντος ὀργῆς ἀκο νήσαντα ξίφος, ἢ διακαρτεροῦντα πρὸς τὰ δεινὰ, τὸν ἐν τοῖς ἀγῶσι μόχθον ἑαυτῷ καὶ τῇ συνοικούσῃ μη κύνειν.
Ὁ δὲ, ἐπὶ τούτοις τοῖς ῥήμασιν ἀχθεσθεὶς, ὡς ἐπ' οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυναῖκα καθάπερ πρὸς πολεμίαν ἀποστραφεὶς, τί φησιν; Ἵνα τί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐφθέγξω; Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβουλήν. Μέχρι τίνος τὴν κοινὴν ἐν οἷς λέγεις ὑβρίζεις ζωήν; Ἐψεύσω καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐ χόμην, ἀναστροφὴν, διέβαλες ἐν οἷς ἐλάλησας καὶ τὸν ἐμὸν βίον. Ἐξ ἡμισείας ἠσεβηκέναι νενόμικα νῦν, ἐπειδήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσες. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀνάμνησον τῶν φθασάντων σεαυ τὴν ἀγαθῶν. Ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν. Οὐδενὸς ἀνθρώπων ὁ βίος διόλου μακάριος. Τὸ διὰ παντὸς εὖ πράττειν μόνου Θεοῦ· Σὺ δὲ, εἰ τοῖς παροῦ σιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σαυτὴν παραμύθη σαι. Νῦν δακρύεις, ἀλλ' ἐγέλασας πρότερον· νῦν πτωχεύεις, ἀλλ' ἐπλούτησας πρότερον. Ἔπιες τὸ διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν τοῦτο πίνουσα καρτέρησον. Οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα διόλου φαίνεται καθαρά. Ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς καὶ κύμασιν ἀλλεπαλλήλοις πληρού μενος. Τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν ἤδη, τὸ δὲ ἔτι πορεύεται· καὶ τὸ μὲν ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει· καὶ πρὸς τὴν κοινὴν ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλατταν. Εἰ τὰ ἀγαθὰ ἐδε ξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν πράγματα δι' αἰῶνος ἡμῖν; ∆ιδάσκομεν τὸν ∆εσπότην, ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν. Ὅπως βούλεται τάττει τὰ καθ' ἡμᾶς. Σοφὸς δέ ἐστι, καὶ τὸ λυσιτελοῦν ἐπι μετρεῖ τοῖς οἰκέταις.
Μὴ περιεργάζου τοῦ ∆εσπότου τὴν κρίσιν. Ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομού μενα. Ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ' ἡδονῆς. ∆εῖξον ἐν τοῖς ἀλγεινοῖς, ὡς καὶ τῆς εὐφροσύνης ἀξία τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τῆς ἥττης αἰσχύνην ἐπήγαγε. Τί οὖν ἐντεῦθεν συνέβαινεν; Ἔφυγε αὖθις ἡ νόσος αὐτὸν, ὡς εἰκῆ προσελθοῦσα, καὶ μηδὲν ἀνύσασα πλέον. Ἀνέθαλεν εἰς δευτέραν ἥβην ἡ σάρξ·