1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

ΚΕΦΑΛ. Αʹ. Ἑὰν προσευχῆς ἐπιμελῇ, ἑτοιμάζου πρὸς ἐπαγωγὰς δαιμόνων, καὶ καρτερῶς τὰς παρ' αὐτῶν μάστιγας ὑπόμενε· ὡς γὰρ θῆρες ἄγριοι ἐπελεύσονταί σοι, καὶ πᾶν σου κακώσουσι τὸ σῶμα.

ΚΕΦΑΛ. Βʹ. Παρασκευάζου ὡς ἔμπειρος ἀγωνιστὴς, κἂν ἀθρόως ἴδῃς φαντασίαν, μὴ κλονεῖσθαι, κἂν ῥομφαίαν κατὰ σοῦ ἐσπασμένην, ἢ λαμπάδα κατέχουσάν σου τὴν ὄψιν μὴ ταράττεσθαι, κἂν μορφήν τινα ἀηδῆ, καὶ αἱματώδη, μηδόλως καταπίπτειν σου τὴν ψυχὴν, ἀλλὰ στῆθι ὁμολογῶν τὴν καλήν σου ὁμολογίαν, καὶ ῥᾷον ἐπόψῃ ἐπὶ τοὺς ἐχθρούς σου.

ΚΕΦΑΛ. Γʹ. Ὁ τὰ λυπηρὰ ὑποφέρων, καὶ τῶν περιχαρῶν τεύξεται, καὶ ὁ ἐν τοῖς ἀηδέσι καρτερῶν, τῶν ἡδέων οὐκ ἀμοιρήσει.

ΚΕΦΑΛ. ∆ʹ. Ὅρα μή σε ἀπατήσωσι διά τινος ὀπτασίας οἱ πονηροὶ δαίμονες· ἀλλὰ γίνου σύννους τρεπόμενος εἰς εὐχὴν, καὶ παρακάλει τὸν Θεὸν, ἵνα, εἰ μὲν ἐξ αὐτοῦ ἐστι τὸ νόημα, αὐτός σε φωτίσῃ, εἰ δὲ μήγε, τὸ τάχος τὸν πλάνον ἀπελάσῃ ἀπὸ σοῦ, καὶ θάρσει, ὡς οὐ στήσονται οἱ κύνες, σοῦ ἐμπύρως τῇ πρὸς Θεὸν ἐντεύξει κεχρημένου· εὐθέως γὰρ ἀοράτως, καὶ ἀφανῶς Θεοῦ δυνάμει μαστιζόμενοι, μακρὰν ἐλασθήσονται.

ΚΕΦΑΛ. Εʹ. ∆ίκαιόν ἐστι μηδὲ τὸν δόλον τοῦτόν σε ἀγνοεῖν, ὅτι ἐν καιρῷ μερίζονται ἑαυτοὺς οἱ δαίμονες, καὶ εἰ δόξης βοήθειαν ἐπιζητεῖν, εἰσίασιν οἱ λοιποὶ ἐν σχήμασιν ἀγγελικοῖς τοὺς πρώτους ἐξελαύνοντες, πρὸς τό σε ἐξαπατᾶσθαι ὑπ' αὐτῶν, τῇ γνώμῃ, ὡς δῆθεν ἁγίων ὄντων ἀγγέλων.

ΚΕΦΑΛ. ςʹ. Ταπεινοφροσύνης πολλῆς ἐπιμέλησαι, καὶ οὐ μή σου δαιμόνων ἐπήρεια καθάψηται τῆς ψυχῆς, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, καὶ ἀφανῶς ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν ἐκδιώξουσιν ἀπὸ σοῦ.

ΚΕΦΑΛ. Ζʹ. Ψόφους μὲν καὶ κτύπους καὶ φωνὰς καὶ αἰκισμοὺς ἐκ δαιμόνων ἀκούσεται ὁ καθαρᾶς ἐπιμελούμενος προσευχῆς, ἀλλὰ οὐ συμπετεῖται, οὐδὲ προδώσει τὸν 79.1189 λογισμὸν λέγων πρὸς τὸν Θεόν· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ, καὶ τὰ ὅμοια.

ΚΕΦΑΛ. Ηʹ. Ἐν καιρῷ τῶν τοιούτων πειρασμῶν, βραχείᾳ καὶ ἐπιτεταμένῃ προσευχῇ κέχρησο.

ΚΕΦΑΛ. Θʹ. Ἐὰν ἀπειλήσωσί σοι οἱ δαίμονες, ἀθρόως ἐκ τοῦ ἀέρος προφαίνεσθαι, καὶ ἐκπλήττειν σε, καὶ διαρπάζειν τὸν νοῦν σου, ἢ ὡς θῆρες ἀδικεῖν τὴν σάρκα σου, μὴ πτοηθῇς, αὐτοὺς, μηδὲ ὅλως φροντίσῃς τῆς τούτων ἀπειλῆς· ἐκφοβοῦσι γάρ σε πειράζοντες, εἰ ὅλως προσέχεις αὐτοῖς, εἰ τέλειον αὐτῶν κατεφρόνησας, εἰ Θεῷ παντοκράτορι, καὶ δημιουργῷ, καὶ προνοητῇ τοῦ παντὸς παρίστασαι ἐν τῇ προσευχῇ.

ΚΕΦΑΛ. Ρʹ. Τί οὕτως ἀλόγως αὐτῷ παρέστηκας, ὡς παρελθόντα τὸν ἀνυπέρβλητον αὐτοῦ φόβον, καὶ κώνωπας, καὶ κανθάρους δεδίττεσθαι; ἢ οὐκ ἤκουσας τοῦ λέγοντος· «Κύριον τὸν Θεόν σου φοβηθήσῃ;» καὶ πάλιν· «Ὃν φρίττει καὶ τρέμει πάντα ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ;» καὶ τὰ ἑξῆς.

ΚΕΦΑΛ. ΡΑʹ. Ὥσπερ ὁ ἄρτος τροφή ἐστι τῷ σώματι, καὶ ἀρετὴ τῇ ψυχῇ, οὕτω καὶ τοῦ νοῦ ἡ πνευματικὴ προσευχὴ τροφὴ ὑπάρχει.

ΚΕΦΑΛ. ΡΒʹ. Μὴ φαρισαϊκῶς, ἀλλὰ τελωνικῶς προσεύχου ἐν τῷ ἱερῷ τόπῳ τῆς προσευχῆς, ἵνα καὶ σὺ δικαιωθῇς ὑπὸ Κυρίου.

ΚΕΦΑΛ. ΡΓʹ. Ἀγωνίζου μὴ κατεύξασθαί τινος ἐν τῇ προσευχῇ σου, ἵνα μὴ ἃ οἰκοδομεῖς καταλύσῃς βδελυκτὴν ποιῶν τὴν προσευχήν σου.