1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

πόσις καὶ ἀγαθωσύνη καὶ μερὶς καὶ πλοῦτος καὶ ὑπάρχοντα καὶ εὐφροσύνη καὶ περισπασμὸς θεοῦ καὶ φῶς καὶ ζωὴ καὶ δόμα· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι τῇ γνώσει τὸ πνεῦμα τὸ ἅγιον, ἅπερ νῦν καταλέγειν οὐ δυνατόν, μὴ συγχωροῦντος τοῦ τῶν σχολίων κανόνος. 43 Πρὸς ἀντιδιαστολὴν τῶν λαβόντων μὲν πλοῦτον σοφίας καὶ γνώσεως, οὐ μὴν δὲ διαφυλαξάντων, εἴρηται τὸ «καὶ ἐξουσίασεν αὐτόν». Καὶ γὰρ ὁ προδότης Ἰούδας ἔλαβε πλοῦτον νοητὸν καὶ ὑπάρχοντα πνευματικά, ἀλλ' οὐκ ἐξουσίασεν αὐτῶν, κέρδους ἕνεκεν προδεδωκὼς τὴν σοφίαν καὶ τὴν ἀλήθειαν τοῦ θεοῦ. 44 Ὅταν ἄνθρωπος παρὰ θεοῦ δέξηται γνῶσιν πνευματικήν, ὀλιγάκις μέμνηται τούτου τοῦ βίου καὶ τῆς αἰσθητῆς ζωῆς, τῆς καρδίας αὐτοῦ ἀεὶ περὶ τὴν θεωρίαν ἀσχολουμένης.

45 Περισπασμὸς θεοῦ ἐστι γνῶσις ἀληθὴς ἀπὸ τῶν αἰσθητῶν πραγμάτων χωρίζουσα τὴν κεκαθαρμένην ψυχήν. 46 6, 1 ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον· 6, 2 ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ παντὸς οὗ ἐπιθυμεῖ, καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς φαγεῖν ἀπ' αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτά· καί γε τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν. 6, 3 ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ τι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, 6, 4 ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, 6, 5 καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω, ἀναπαύσεις τούτῳ ὑπὲρ τοῦτον. 6, 6 καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδεν, μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται; Ἐν τούτῳ τῷ κεφαλαίῳ λέγει περὶ τῶν ἀπαθείας καταξιωθέντων καὶ γνώσεως καὶ πάλιν ἐκπεπτωκότων φθόνῳ τοῦ διαβόλου. Τὸ δὲ δεύτερον κεφάλαιον περιέχει ἀνδρὸς ἀκαθάρτου καὶ πολύπαιδος βίον μακρὸν καὶ μὴ ἐπεγνωκότος θεόν, οὗ καὶ προτιμότερον τὸ ἔκτρωμα τίθεται εἶναι, καὶ τοῦ αὐτοῦ μετὰ θάνατον αὐτῷ τόπου τυγχάνον. 47 Ὁ διαφθείρων τὸν πλοῦτον τὸν πλουτισθέντα ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ ὁ πονηρός ἐστιν, ὅντινα καὶ ξένον καὶ ἀλλότριον λέγει τῆς γνώσεως τοῦ θεοῦ. Τὸ δὲ φαγεῖν λέγεται καὶ ἐπὶ τῆς βρώσεως καὶ ἐπὶ τῆς διαφθορᾶς· «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, φησί, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται-ἀντὶ τοῦ διαφθερεῖ. Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.» Οὗτος δὲ ὁ ξένος καὶ πρὸς τὸν ∆αυὶδ ἐλθὼν πέπεικεν αὐτὸν θῦσαι τὴν ἀμνάδα τοῦ πένητος· ξένον γὰρ αὐτὸν ὠνόμασε τότε καὶ Νάθαν ὁ προφήτης. 48 6, 7 πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ψυχὴ οὐ πληρωθήσεται Πᾶσα κακία τοῦ ἀνθρώπου μένει ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐ μὴ εἴπῃ τὸ «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». 49 6, 8 ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς Τῆς εἰπούσης· «ἐγώ εἰμι ἡ ζωή.» 50 6, 9 ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ, καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος Ἀγαθὸς ὁ ἀκολουθῶν γνώσει θεοῦ ὑπὲρ τὸν ἀκολουθοῦντα τοῖς θελήμασι τῆς ψυχῆς· ἢ ἀγαθὸν γνῶσις θεοῦ ὑπὲρ ἡδονὴν φθαρτήν. Κατὰ δὲ τὸν Σύμμαχον· βέλτιον πρὸς τὸν μέλλοντα βλέπειν ἢ ἐπὶ τοῖς παροῦσιν εὐφραίνεσθαι. 51 Οὐ πᾶσι δὲ τοῖς ἐν τῷ κεφαλαίῳ ἐφαρμόζειν τὴν ματαιότητα καὶ τὸν περισπασμὸν τὸν πονηρὸν καὶ τὴν προαίρεσιν τοῦ πνεύματος προσήκει, ἀλλὰ τοῖς μὲν ψεκτοῖς πράγμασιν ἐφαρμόζειν, τοῖς δὲ ἐπαινετοῖς μὴ ἐφαρμόζειν. Τοῦτο δὲ λέγω διὰ τὸ μὴ παντὶ τῷ κεφαλαίῳ ἐπιφέρειν αὐτὸν κατὰ κοινοῦ τὴν ματαιότητα καὶ τὸν περισπασμὸν καὶ τὴν προαίρεσιν τοῦ πνεύματος, ἐν ᾧ καὶ ἐπαινετά τινα πράγματα ἐνυπάρχει· οὐ γὰρ ὁ πένης ματαιότης ἐστὶν ὁ πορευόμενος κατέναντι τῆς ζωῆς, ἀλλ' ὁ ζήσας χιλίων ἐτῶν καθόδους καὶ