1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

8

Θεότητος ἄρειον Εἰς ὃ μετακλίνοιτο; τὸ δὲ πλέον ὄντος ἄλυξις. ∆εύτερον ἀκροτάτοιο φάους μεγάλοι θεράποντες, Τόσσον πρωτοτύποιο καλοῦ πέλας, ὁσσάτιόν περ Αἰθὴρ ἠελίοιο. Τὸ δὲ τρίτον ἠέρες ἡμεῖς. 443 Εἰς πάντ' ἄτροπός ἐστι Θεοῦ φύσις· εἰς κακίην δὲ ∆ύστροπος ἀγγελικὴ, καὶ τὸ τρίτον εὔτροπος ἡμεῖς, Ὅσσον τῆλε Θεοῖο, τόσον κακίης πελάοντες. Τοὔνεκεν ὁ πρώτιστος Ἑωσφόρος ὑψόσ' ἀερθεὶς (Ἦ γὰρ δὴ μεγάλοιο Θεοῦ βασιληΐδα τιμὴν Ἤλπετο, κῦδος ἔχων περιώσιον), ὤλεσεν αἴγλην, Καὶ πέσεν ἐνθάδ' ἄτιμος, ὅλον σκότος ἀντὶ Θεοῖο· Καὶ κοῦφός περ ἐὼν χθαμαλὴν ἐπὶ γαῖαν ὄλισθεν, Ἔνθεν ἀπεχθαίρει πινυτόφρονας, οὐρανίης δὲ Εἴργει πάντας ὁδοῖο, χολούμενος ἣν διὰ λώβην. Οὐδ' ἐθέλει θεότητος, ὅθεν πέσεν, ἆσσον ἱκέσθαι Πλάσμα Θεοῦ· ξυνὴν γὰρ ἔχειν ἐπόθησε βροτοῖσιν Ἀμπλακίην σκοτίην τε· τῷ ἔκβαλεν ἐκ παραδείσου, 444 Κύδεος ἱμείροντας ὁ βάσκανος ἰσοθέοιο. Ὣς ἄρ' ὅγ' οὐρανίης ἐξ ἄντυγος ἦλθεν ἀερθείς· Ἀλλ' οὐ μοῦνος ὄλισθεν, ἐπεὶ δέ μιν ὤλεσεν ὕβρις, Κάππεσε σὺν πλεόνεσσιν, ὅσους κακίην ἐδίδαξεν (Ὡς στρατὸν ἐκ Βασιλῆος ἀποῤῥήξας τις ἀλιτρὸς), Βασκανίῃ τε χοροῖο θεόφρονος ὑψιμέδοντος, Καὶ πλεόνεσσι κακοῖσιν ἔχων πόθον ἐμβασιλεύειν. Ἔνθεν ἄρ' ἐβλάστησαν ἐπιχθόνιοι κακότητες, ∆αίμονες ἀνδροφόνοιο κακοῦ βασιλῆος ὀπηδοὶ, Ἀδρανέα, σκιόεντα, δυσαντέα φάσματα νυκτὸς, Ψεῦσταί θ', ὑβρισταί τε, διδάσκαλοι ἀμπλακιάων, Πλάγκται, ζωροπόται, φιλομειδέες, ἐγρεσίκωμοι, Χρησμολόγοι, λοξοὶ, φιλοδήριες, αἱματόεντες, Ταρτάρεοι, μυχόεντες, ἀναιδέες, ἀρχιγόητες, 445 Ἐρχόμενοι καλέουσιν, ἀπεχθαίρουσι δ' ἄγοντες· Νὺξ, φάος, ὥς κεν ἕλωσιν, ἢ ἀμφαδὸν, ἢ λοχόωντες. Τοίη μὲν κείνων στρατιὴ, τοῖος δὲ καὶ ἀρχὸς, Χριστὸς δ' οὔτε μιν ἔσχεν ἀϊστώσας ἰότητι, Ἧ καὶ κόσμον ἔτευξεν ὅλον· καὶ τόνδ' ἂν ὄλεσσεν, Αἶψ' ἐθέλων (χαλεπὴ δὲ Θεοῦ κοτέοντος ἄλυξις), Οὐδὲ μὲν οὐδ' ἀνέηκεν ἐλεύθερον ἐχθρὸν ἐμεῖο, Ἀλλὰ μέσον μεθέηκεν ὁμῶς ἀγαθῶν τε κακῶν τε, ∆ῶκε δ' ἐπ' ἀλλήλοισι κακὸν μόθον, ὡς ὁ μὲν αἰνὸν Αἶσχος ἔχῃ, καὶ τῇδε, χερείονί περ πολεμίζων, Οἱ δ' ἀρετῇ μογέοντες ἑὸν κλέος αἰὲν ἔχωσιν, Ὡς χρυσὸς, χοάνοισι καθαιρόμενοι βιότοιο, 446 Ἢ τάχα κεν μετέπειτα δίκας τίσειεν ἀτειρὴς, Ὕλης δ' ἁπτομένης, ὅτε ἔμπυρός ἐστιν ἄμειψις, Πολλὰ πάροιθεν ἑοῖσιν ἐνὶ δρηστῆρσι δαμασθεὶς Τειρομένοις· τὸ γάρ ἐστι κακοῦ γεννήτορι τίσις. Ταῦτα μὲν ἀγγελικῆς αἴγλης πέρι Πνεῦμ' ἐδίδαξε Πρώτης θ', ὑστατίης τε. Μέτρον δέ τε κἀνθάδ' ἀνεῦρε. Μέτρον δ' αὖ Θεός ἐστιν. Ὅσον πελάει τις ἄνακτι, Τοσσάτιον φάος ἐστὶν, ὅσον φάος, εὖχος ὁμοῖον. Ηʹ. Περὶ ψυχῆς. Ψυχὴ δ' ἐστὶν ἄημα Θεοῦ, καὶ μίξιν ἀνέτλη Οὐρανίη χθονίοιο, φάος σπήλυγγι καλυφθὲν, 447 Ἀλλ' ἔμπης θείη τε καὶ ἄφθιτος. Οὐ γὰρ ἔοικεν Εἰκόνα τὴν μεγάλοιο Θεοῦ λύεσθαι ἀκόσμως, Ἑρπυστῆρσιν ὁμοῖα βοτοῖσί τε ἀφραδέεσσιν, Εἰ καί μιν θνητήν γε βιήσατο θεῖναι ἁμαρτάς. Οὔτε πυρὸς μαλεροῖο πέλει φύσις· οὐ γὰρ ἐοικὸς ∆άπτον δαπτομένοιο πέλειν κέαρ· οὔτ' ἀποπνευστοῦ Ἠέρος, ἢ πνευστοῖο, καὶ οὔ ποτε ἱσταμένοιο Οὐδὲ μὲν αἱματόεσσα χύσις διὰ σάρκα θέουσα· Ἀλλ' οὐδ' ἁρμονίη τῶν σώματος εἰς ἓν ἰόντων. Οὐ γὰρ ἴη σαρκῶν τε καὶ εἴδεος ἀθανάτοιο Ἔστι φύσις. Τί δὲ πλεῖον ἀρειοτέροισι κακίστων, Οὓς κράσις ἠὲ κακοὺς τεκτήνατο ἠὲ φερίστους; Πῶς δ' οὐ καὶ ἀλόγοισι λόγου φύσις; Ἁρμονίη γὰρ 448 Ἡ σαρκῶν βροτέων τε καὶ εἴδεός ἐστ' ἀλόγοισιν, Εὐκραέες δ' ἄρα πάντες ἀρείονες, ὡς ὅγε μῦθος. Κεῖνοι μὲν δὴ τοῖα· τὸ δ' αἴτιον, ὧν ἀπεόντων Ψυχὴ σῶμα λέλοιπε, κέαρ τάδε μυθήσαντο. Φορβὴ δ' οὔ ποτέ σοι κέαρ ἔπλετο, ἧς δίχα θνητὸν Ζώειν πάμπαν ἄπιστον, ἐπεὶ σθένος ἐστὶν ἐδητύς. Οἶδα δὲ καὶ λόγον ἄλλον, ὃν οὔ ποτε δέξομ' ἔγωγε, Οὐδὲ γὰρ ἂν ξυνή τις ἐμοὶ καὶ πᾶσι μεριστὴ Ψυχὴ, πλαζομένη τε δι' ἠέρος. Ὧδ' ἂν ὁμοίη Πᾶσι πέλοι πνευστή τε καὶ ἔκπνοος· ἐν δ' ἄρα πᾶσι, Πάντες, ὅσοι ζώουσι μεταπνείοντες, ἔκειντο, Εἰ δὲ καὶ ἠέρος ἐστὶ χυτὴ φύσις ἄλλοτ' ἐν ἄλλοις. 449 Εἰ δὲ μένει, τί μὲν ἔσχε, τί δ' ἐν