1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

χρόνῳ παυθῆναι, ἢ φθόνῳ μετα τεθῆναι· τὰ δὲ ἑστῶτα καὶ μένοντα, καὶ οὔποτε ὑπο χωροῦντα, οὐδὲ μεταπίπτοντα, οὐδὲ σφάλλοντα τὰς τῶν πεπιστευκότων ἐλπίδας. Ἀλλ' ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ, μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον· ἀλλ' εἴπερ τι ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῃ Λόγῳ καὶ τῇ πάντα νοῦν ὑπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παίζεσθαι ἡμᾶς ἐν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μετα βαλλομένοις καὶ μεταβάλλουσι, καὶ ἄνω καὶ κάτω φερομένοις τε καὶ περιτρεπομένοις, καὶ πρὶν ληφθῆ ναι ἀπιοῦσι καὶ φεύγουσιν· ἵνα τὸ ἐν τούτοις ἄστα τον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς τὸ μέλλον μεθ ορμησώμεθα. Τί γὰρ ἂν ἐποιήσαμεν, ἑστῶτος τοῦ εὖ πράττειν ἡμῖν, ὁπότε, οὐ μένοντος, τοσοῦτον αὐτῷ προσδεδέμεθα, καὶ οὕτως ἡμᾶς ἡ περὶ τοῦτο ἡδονὴ καὶ ἀπάτη ἔχει δουλώσασα, ὥστε μηδὲν κρεῖτ τον, μηδὲ ὑψηλότερον τῶν παρόντων διανοεῖσθαι δύ νασθαι, καὶ ταῦτα κατ' εἰκόνα Θεοῦ γεγονέναι καὶ ἀκούοντας καὶ πιστεύοντας, τὴν ἄνω τε οὖσαν καὶ πρὸς ἑαυτὴν ἕλκουσαν;

ΚΑʹ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; Τίς παρα δραμεῖται τὰ παρατρέχοντα; τίς προσθήσεται τοῖς ἐπιμένουσι; τίς περὶ τῶν παρόντων, ὡς ἀπιόντων διανοηθήσεται; τίς περὶ τῶν ἐλπιζομένων, ὡς ἱστα μένων; τίς διαιρήσει τὰ ὄντα καὶ τὰ φαινόμενα, καὶ τοῖς μὲν ἕψεται, τῶν δὲ ὑπερόψεται; τίς γραφὴν καὶ ἀλήθειαν; τίς τὴν κάτω σκηνὴν, καὶ τὴν ἄνω πό λιν; τίς παροικίαν καὶ κατοικίαν; τίς σκότος ἀπὸ τοῦ φωτός; τίς ἰλὺν βυθοῦ καὶ ἁγίαν γῆν; τίς σάρ κα καὶ πνεῦμα; τίς Θεὸν καὶ κοσμοκράτορα; τίς θανάτου σκιὰν, καὶ ζωὴν τὴν αἰώνιον; τίς τοῖς παροῦσι τὸ μέλλον ὠνήσεται; τίς τῷ ῥέοντι πλούτῳ τὸν μὴ λυόμενον; τίς τοῖς ὁρωμένοις τὰ μὴ βλεπόμενα; Μακάριος μὲν οὖν, ὅστις ταῦτα διακρίνων, καὶ διαιρῶν τῇ τομῇ τοῦ Λόγου, τῇ διαιρούσῃ τὸ κρεῖτ τον ἀπὸ τοῦ χείρονος, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διατίθεται, ὥς πού φησιν ὁ θεῖος ∆αβὶδ, καὶ τὴν κοιλάδα τοῦ κλαυθμῶνος ταύτην φεύγων, ὁπόση δύναμις, τὰ ἄνω ζητεῖ, καὶ σταυρούμενος κόσμῳ μετὰ Χριστοῦ, Χριστῷ συνίσταται, καὶ Χρι στῷ συνανέρχεται, τῆς οὐκέτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς κληρονόμος· οὗ μηκέτι δάκνων 35.885 ὄφις ἐπὶ ὁδοῦ, οὐδὲ τηρῶν πτέρναν, καὶ κεφαλὴν τηρούμενος. Τοῖς δὲ λοιποῖς ἡμῖν καλῶς ὁ αὐτὸς ἐμ βοᾷ ∆αβὶδ, ὥσπερ τις μεγαλοφωνότατος κῆρυξ ἀπὸ ὑψηλοῦ καὶ πανδήμου κηρύγματος, βαρυκαρδίους τε ἀποκαλῶν, καὶ ἀγαπῶντας ψεῦδος, μὴ σφόδρα περι έχεσθαι τῶν ὁρωμένων, μηδὲ ἄλλο τι ἢ κόρον σί του καὶ οἴνου τῶν φθειρομένων, πᾶσαν τὴν ἐντεῦθεν εὐδαιμονίαν ὑπολαμβάνειν. Καὶ τάχα που τοῦτο καὶ ὁ μακάριος ἐννοῶν Μιχαίας, καὶ τῶν χαμαὶ ἐρ χομένων καὶ δοκούντων ἀγαθῶν κατεξανιστάμενος, Ἐγγίσατε, φησὶν, ὄρεσιν αἰωνίοις· ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· τοῦ το μὲν οὖν ἤδη καὶ τοῖς ῥήμασιν αὐτοῖς μικροῦ σύμφωνον, οἷς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν διακελεύε ται, τί λέγων; Ἐγείρεσθε, ἄγωμεν ἐντεῦ θεν· οὐ τοὺς τότε μαθητὰς μόνον ἐξ ἐκείνου μόνου τοῦ τόπου μετατιθεὶς, ὡς ἂν οἰηθείη τις, ἀλλ' ἀεὶ καὶ πάντας τοὺς ἑαυτοῦ μαθητὰς ἀπὸ γῆς καὶ τῶν περὶ γῆν εἰς οὐρανοὺς ἕλκων καὶ τὰ οὐράνια.

ΚΒʹ. Τοιγαροῦν, ἀκολουθήσωμεν ἤδη τῷ Λόγῳ, ζητήσωμεν τὴν ἐκεῖθεν ἀνάπαυσιν, ῥίψωμεν τὴν ἐν τεῦθεν περιουσίαν· ὃ καλόν ἐστι ταύτης, τοῦτο μό νον κερδάνωμεν, κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν ἐλεημοσύναις, μεταδῶμεν τῶν ὄντων τοῖς πένησιν, ἵνα τὰ ἐκεῖθεν πλουτήσωμεν. ∆ὸς μερίδα καὶ τῇ ψυ χῇ, μὴ τῇ σαρκὶ μόνον· δὸς μερίδα καὶ τῷ Θεῷ, μὴ τῷ κόσμῳ μόνον· ὕφελέ τι τῆς γαστρὸς, τῷ πνεύματι καθιέρωσον· ἅρπασόν τι τοῦ πυρὸς, ἀπόθου μακρὰν ἀπὸ τῆς κάτω νεμομένης φλογός· ἅρπα σον τοῦ τυράννου, καταπίστευσον τῷ ∆εσπότῃ. ∆ὸς μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, καί γε τοῖς ὀκτὼ, τῷ μετὰ τοῦτον ἡμᾶς ἐκδεξομένῳ· δὸς ὀλίγον, παρ' οὗ τὸ πλεῖον ἔχεις· δὸς καὶ τὸ πᾶν, τῷ τὰ πάν τα χαρισαμένῳ. Οὐδέποτε νικήσεις μεγαλοδω ρεὰν Θεοῦ, κἂν πάντα πρόῃ τὰ ὄντα, κἂν τοῖς οὖ σι σεαυτὸν