8
περὶ αὐτὴν οἰκείων τε καὶ ξένων χαριζομένων τὰ προπεμπτήρια· καὶ μητρὸς γηραιᾶς ἐπίνευσις, καὶ ψυχῆς σπαραγμὸς ζηλοτυπούσης τὴν ἐκδημίαν, καὶ φίλτρον ἁπάντων ἀγωνίᾳ σύγκρατον, τῶν μὲν ὅ τι ἀκούσωσι ποθούντων, μνήμης ἐμπύρευμα, τῶν δὲ ὅ τι φθέγξονται, τολμῶντος δὲ οὐδενός. Καὶ κωφὰ τὰ δάκρυα, καὶ ἡ τῆς λύπης ὠδὶν ἀθερά πευτος (οὐδὲ γὰρ ὅσιον ἐδόκει θρήνοις τιμᾷν τὴν οὕτω χωριζομένην), σιγὴ δὲ βαθεῖα, καὶ τελετή τις 35.816 ὁ θάνατος. Ἡ δὲ ἄπνους τε καὶ ἀκίνητος, καὶ ἄφθογ γος, τὸ φαινόμενυν, καὶ ἡ σιωπὴ τοῦ σώματος ἐδόκει παράλυσις, οἷον ἤδη τῶν φωνητικῶν ὀργάνων νενε κρωμένων, διὰ τὴν τοῦ κινοῦντος ἐγχώρησιν. Ἠρέμα δὲ τῶν χειλέων κινουμένων αἰσθόμενος ὁ πάντα τηρῶν τὰ ἐκείνης ἐπιμελῶς ποιμὴν, διὰ τὸ ἐν πᾶσι θαῦμα, καὶ παραθεὶς τὰ ὦτα τοῖς χείλεσι (τὸ γὰρ θαῤῥεῖν εἶχε καὶ παρὰ τοῦ τρόπου καὶ παρὰ τῆς συμπαθείας), αὐτὸς διήγησαι τὸ τῆς ἡσυχίας μυστήριον, ὅτί ποτε ἦν καὶ οἷον· οὐδεὶς ἀπιστήσει σοῦ λέγοντος. Ψαλμῳδία τὸ ὑπολαλούμενον ἦν, καὶ ψαλμῳδίας τὰ ἐξόδια ῥήματα· εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, μαρτυρία τῆς παῤῥησίας, μεθ' ἧς ἡ ἔξοδος. Καὶ μακάριος ὅστις μετ' ἐκείνων ἀναπαύε ται τῶν ῥημάτων· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. Ταῦτα καὶ ἐψάλλετό σοι, καλλίστη γυναικῶν, καὶ συνέβαινεν· καὶ ἡ ψαλ μῳδία τὸ γινόμενον ἦν, καὶ μετὰ τῆς ἐκδημίας ὁ ἐπιτάφιος· ὦ καλῶς ἀπὸ τῶν παθῶν εἰρηνεύσασα σὺ, καὶ τὸν ὀφειλόμενον τοῖς ἀγαπητοῖς ὕπνον ἀπολαβοῦσα πρὸς τῷ κοινῷ τῆς κοιμήσεως, ὡς εἰκὸς τὴν καὶ ζήσασαν καὶ ἀπελθοῦσαν ἐν τοῖς τῆς εὐσεβείας ῥήμασιν.
ΚΓʹ. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώ τερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία, τῆς τε ἄλλης καὶ τῆς ἀνωτάτω Τριάδος ἔλ λαμψις καθαρωτέρα τε καὶ τελεωτέρα, μηκέτι ὑπο φευγούσης τὸν δέσμιον νοῦν καὶ διαχεόμενον ταῖς αἰσθήσεσιν, ἀλλ' ὅλης ὅλῳ νοῒ θεωρουμένης τε καὶ κρατουμένης, καὶ προσαστραπτούσης ταῖς ἡμετέραις ψυχαῖς ὅλῳ τῷ φωτὶ τῆς θεότητος. Πάντων ἀπο λαύοις, ὧν ἔτι ὑπὲρ γῆς εἶχες τὰς ἀποῤῥοίας διὰ τὸ γνήσιον τῆς πρὸς αὐτὰ νεύσεως. Εἰ δέ τίς σοι καὶ τῶν ἡμετέρων ἐστὶ λόγος, καὶ τοῦτο ταῖς ὁσίαις ψυχαῖς ἐκ Θεοῦ γέρας, τῶν τοιούτων ἐπαισθάνεσθαι, δέχοιο καὶ τὸν ἡμέτερον λόγον ἀντὶ πολλῶν καὶ πρὸ πολλῶν ἐνταφίων, ὃν Καισαρίῳ μὲν πρὸ σοῦ, καὶ σοὶ μετ' ἐκεῖνον ἀποδεδώκα μεν, ἐπειδή γε ἀδελφῶν ἐπιταφίοις ἐταμιεύθημεν. Εἰ δὲ καὶ ἡμᾶς τιμήσειέ τις μεθ' ὑμᾶς τοῖς ἴσοις, οὐκ ἔχω λέγειν· πλὴν τιμηθείημέν γε μόνον τὴν ἐν Θεῷ τιμὴν, καὶ παροικοῦντες καὶ κατοικοῦντες 35.817 ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.