8
Εἰ δὲ δυναστείαν ἠγάπησα, ἢ θρόνων ὕψος, ἢ βασιλέων πατεῖν αὐλὰς, μηδὲ ἄλλο τι λαμπρὸν ἔχοιμι, ἢ ῥίψαιμι κεκτημένος.
Κʹ. Τί οὖν ἐστιν ὅ φημι; Οὐ γὰρ ἄμισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ' εἰς τοσοῦτον ἀρετῆς ἀφικό μην. ∆ότε μοι τῶν πόνων μισθόν. Τίνα τοῦτον; Οὐχ ὃν ἄν τινες ὑπολάβοιεν τῶν πάντα ῥᾳ δίων· ἀλλ' ὃν ἐμοὶ ζητεῖν ἀσφαλές. Ἀναπαύσατε τῶν μακρῶν πόνων ἡμᾶς· αἰδέσθητε τὴν πολιὰν ταύτην· τιμήσατε τὴν ξενιτείαν· ἄλλον ἀντεισαγάγετε, τὸν ὑπὲρ ὑμῶν διωκόμενον, ὅστις καθαρὸς χεῖρας, ὅστις φωνὴν οὐκ ἀσύνετος, ὅστις ἱκανὸς τὰ πάντα ὑμῖν χαρίζεσθαι, καὶ συνδιαφέρειν τὰς ἐκκλησιαστι κὰς φροντίδας· ἐπειδὴ τούτων μάλιστα νῦν ὁ καιρός. Ἐμοὶ δὲ ὁρᾶτε καὶ τὸ σῶμα ὡς ἔχει τοῦτο, καὶ χρόνῳ, καὶ νόσῳ, καὶ πόνῳ δαπανηθέν. Τί δεῖ γέροντος ὑμῖν δειλοῦ, καὶ ἀνάνδρου, καὶ καθ' ἑκάστην, ὡς εἰπεῖν, ἀποθνήσκοντος τὴν ἡμέραν, οὐ τῷ σώματι μόνον, ἀλλὰ καὶ ταῖς φροντίσιν· ὃς μόλις καὶ ταῦτα ὑμῖν διαλέγομαι; Μὴ ἀπιστήσητε φωνῇ διδα σκάλου· καὶ γὰρ οὐδὲ ἠπιστήσατε πώποτε. Κέκμηκα, τὴν ἐπιείκειαν ἐγκαλούμενος. Κέκμηκα, καὶ λόγῳ, καὶ φθόνῳ μαχόμενος, καὶ πολεμίοις, καὶ ἡμετέροις. Οἱ μὲν τὰ στέρνα παίουσι, καὶ ἧττον ἐπιτυγχάνουσι· τὸ γὰρ προδήλως ἐχθρὸν, εὐφύλακτον. Οἱ δὲ, τὰ νῶτα τηροῦσι, καὶ μᾶλλόν εἰσι λυπηροί· τὸ γὰρ ἀνύποπτον, καιριώτερον. Εἰ δὲ καὶ κυβερνήτης ἦν, καὶ τῶν λίαν ἐπιστημόνων· εἶτα πολλὴ μὲν ἦν περὶ ἡμᾶς ἡ θάλασσα, καὶ περὶ τὴν ναῦν ζέουσα· πολλὴ δὲ τῶν ἐμπλεόντων ἡ στάσις, ἄλλων περὶ ἄλλου ζυγο μαχούντων, καὶ ἀντικτυπούντων ἀλλήλοις τε καὶ τοῖς κύμασι, πόσον ἀντέσχον ἂν ἐπὶ τῶν οἰάκων καθ ήμενος, ὥστε καὶ θαλάσσῃ καὶ τοῖς ἐμπλέουσι μά χεσθαι, καὶ διασώζειν ἀκινδύνως τὴν ναῦν ἐκ διπλοῦ τοῦ κλύδωνος; Ὧν γὰρ παντὶ τρόπῳ συναγωνιζομέ νων, χαλεπὸν ἦν τὸ τῆς σωτηρίας, τούτων πῶς οἷόν τε ἀνταγωνιζομένων μὴ καταδύεσθαι;
ΚΑʹ. Τί τἄλλα δεῖ λέγειν; Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον; Λεγέσθω γάρ τις καὶ πόλεμος 36.484 ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἓν ἀγάγω τοὺς ἀντικαθεζομένους τούτους καὶ ἀν τιποιμαίνοντας, καὶ τὸν συναπεῤῥωγότα τούτοις λαὸν καὶ ἀντίθετον· ὥσπερ ἐν τοῖς χάσμασι τῶν σεισμῶν, τὰ γειτονοῦντα καὶ πλησιάζοντα· ἢ ταῖς λοιμικαῖς νόσοις τοὺς θεραπευτὰς καὶ οἰκείους, ἄλ λοις ἀπ' ἄλλων διαδιδομένης εὐκόλως τῆς ἀῤῥω στίας· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰ τῆς οἰκουμένης τμή ματα συμπεπονθότα τοῖς στασιάζουσιν, ὥστε καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθῆναι τότε Ἑῷον καὶ τὸ Ἑσπέριον, καὶ κινδυνεύειν τῆς γνώμης οὐχ ἧττον ἢ τῶν περάτων ταῦτα γενέσθαι τμήματα; Μέχρι τίνος γὰρ ὁ ἐμὸς καὶ ὁ σὸς, καὶ ὁ παλαιὸς καὶ ὁ νέος, ὁ λογιώ τερος ἢ ὁ πνευματικώτερος, ὁ εὐγενέστερος ἢ ὁ δυσγε νέστερος, ὁ τῷ πλήθει πλουσιώτερος ἢ ὁ πενέστερος; Αἰσχύνομαι τὸ γῆρας, ἄλλων καλούμενος, ὑπὸ Χριστοῦ σεσωσμένος.
ΚΒʹ. Οὐ φέρω τοὺς ἱππικοὺς ὑμῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην μανίαν ἔν τε δαπανήμασι καὶ σπουδάσμασι. Μεταζεύγνυμεν, ἀντιζεύγνυμεν, ἀντιφρυασσόμεθα, μικροῦ καὶ τὸν ἀέρα παίομεν, ὥσπερ ἐκεῖνοι, καὶ βάλλομεν κόνιν εἰς οὐρανὸν, ὥσπερ οἱ ἐξεστηκότες· καὶ ὑπ' ἄλλοις προσώποις τὰς ἡμετέρας ἐκπληροῦμεν φιλονεικίας, κακοὶ γινόμεθα τῆς φιλοτιμίας διαιτηταὶ, καὶ κριταὶ τῶν πραγμάτων ἀγνώμονες. Σήμερον σύνθρονοι καὶ ὁμόδοξοι, ἂν οὕτω φέρωσιν ἡμᾶς οἱ ἄγοντες· αὔριον ἀντίθρονοι καὶ ἀντίδοξοι, ἐὰν ἀντιπνεύσῃ τὸ πνεῦμα. Μετὰ τῆς ἔχθρας καὶ τῆς φιλίας, καὶ τὰ ὀνόματα· καὶ, τὸ δεινότατον, οὐκ αἰσχυνόμεθα τοῖς αὐτοῖς χρώμενοι τῶν ἐναντίων ἀκροαταῖς· οὐδὲ ἐπὶ τῶν αὐτῶν βεβήκαμεν, ἄλλοτε ἄλλους ποιούσης ἡμᾶς τῆς φιλονεικίας. Εὐρίπων μεταβολαί τινες, ἢ ἀμπώτιδες. Ὥσπερ οὖν εἰ μειρακίων ἐν ἀγορᾷ παι ζόντων ἐν μέσῳ καὶ παιζομένων, αἰσχρὸν ἂν ἦν λίαν καὶ οὐχ ἡμῶν, καταλιπόντας τὰς οἰκείας διατριβὰς, ἐκείνοις συμφέρεσθαι (οὐ γὰρ ὡραῖον γήρᾳ, παίδων ἀθύρματα)· οὕτως οὐδ' εἰ, φερόντων καὶ φερο μένων