8
ἐκεῖνο προέλθωσιν καὶ τοῦ καθαροῦ σπάσωσι πνεύματος, τῇ πείρᾳ γινώσκουσιν ὅσον ἐστὶ τῆς ζωῆς ἐκείνης πρὸς τὴν νῦν τὸ διάφορον, οἱ δὲ ὑπολειφθέντες τῷ ὑγρῷ τούτῳ καὶ πλαδῶντι βίῳ ἔμβρυα ὄντες ἀτεχνῶς καὶ οὐκ ἄνθρωποι ταλανίζουσι τὸν προεξελθόντα τῆς περιεχούσης ἡμᾶς συνοχῆς ὡς ἀγαθοῦ τινος ἔξω γενόμενον, οὐκ εἰδότες ὅτι ἐκείνῳ καθ' ὁμοιότητα τοῦ τεχθέντος βρέφους ἀνοίγεται μὲν ὁ ὀφθαλμός, ὅταν ἔξω τοῦ νῦν συνέχοντος γένηται (νοεῖν δὲ χρὴ πάντως τὸν ὀφθαλμὸν τῆς ψυχῆς ᾧ διορᾷ τὴν τῶν ὄντων ἀλήθειαν), ἀνοίγεται δὲ τὸ ἀκουστικὸν αἰσθητήριον, δι' οὗ τῶν ἀρρήτων ἐπακούει ῥημάτων Ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι καθώς φησιν ὁ ἀπόστολος, ἀνοίγεται δὲ τὸ στόμα καὶ ἕλκει τὸ καθαρόν τε καὶ ἄϋλον πνεῦμα, δι' οὗ τονοῦται πρὸς τὴν νοητὴν φωνὴν καὶ τὸν ἀληθινὸν λόγον, ὅταν κατα μιχθῇ τῷ ἤχῳ τῶν ἑορταζόντων ἐν τῷ τῶν ἁγίων χορῷ· οὕτω δὲ καὶ γεύσεως ἀξιοῦται θείας, δι' ἧς γινώσκει κατὰ τὴν ψαλμῳδίαν, Ὅτι χρηστὸς ὁ κύριος, καὶ διὰ τῆς ὀσφραντι κῆς ἐνεργείας τῆς τοῦ Χριστοῦ εὐωδίας ἀντιλαμβάνεται, καὶ τὴν ἁπτικὴν προσλαμβάνει δύναμιν ἐφαπτομένη τῆς ἀληθείας ἡ ψυχὴ καὶ ψηλαφῶσα τὸν λόγον κατὰ τὴν Ἰωάννου μαρτυρίαν. εἰ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα μετὰ τὸν διὰ τοῦ θανάτου τόκον τοῖς ἀνθρώποις ἀπόκειται, τί βούλεται τὸ πένθος καὶ ἡ σκυθρωπότης καὶ ἡ κατήφεια; νῦν ἡμῖν ὁ πρὸς τὴν τῶν πραγμάτων φύσιν βλέπων ἀποκρινέσθω, εἰ 9.48 προτιμότερον οἴεται τὸ τοῖς σωματικοῖς αἰσθητηρίοις περὶ τὴν τοῦ καλοῦ κρίσιν διαπλανᾶσθαι τοῦ γυμνῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς αὐτὴν τὴν τῶν πραγμάτων βλέπειν ἀλήθειαν. ἐνταῦθα γὰρ ἀνάγκη τις ἔπεστι τῇ ψυχῇ ἀλλοτρίᾳ κρίσει δουλεύειν ἐν τῇ περὶ τοῦ καλοῦ ὑπονοίᾳ. ἐπειδὴ γὰρ ἡ τελεία τῆς ψυχῆς δύναμις ἀχώρητός ἐστιν ἔτι τῷ νηπιάζοντι σώματι, ἡ δὲ τῶν αἰσθητηρίων ἐνέργεια εὐθὺς τελεία τῷ βρέφει συναποτίκτεται, τούτου χάριν προλαμβάνεται ὑπὸ τῆς αἰσθήσεως ἡ διάνοια ἐν τῇ τοῦ καλοῦ κρίσει καὶ τὸ τοῖς αἰσθητηρίοις φανὲν ἤδη καὶ νομισθὲν εἶναι καλὸν καὶ διὰ συνηθείας προειλημμένον ἀβασανίστως δέχεται ἡ ψυχή, ἐκεῖνο καλὸν εἶναι πεισθεῖσα ὅπερ ἂν προλαβοῦσα προσμαρτυρήσῃ ἡ αἴσθησις, ἐν χρώμασί τισι καὶ χυμοῖς καὶ τοῖς τοιούτοις λήροις τὸ καλὸν θεωροῦσα. ὧν μηκέτι προφαινομένων μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον ἀνάγκη πᾶσα τὸ ἀληθῶς ἀγαθὸν τῇ ψυχῇ φανῆναι, πρὸς ὃ κατὰ φύσιν ᾠκείωται. οὔτε γὰρ πρὸς τὸ εὔχρουν ἔτι ἡ ὄψις δελεασθήσεται τοῦ ὀφθαλμοῦ τούτου μηκέτι ὄντος οὔτε πρὸς ἄλλο τι τῶν καταγλυκαινόντων τὰ αἰσθητήρια ἡ ῥοπὴ τῆς προαιρέσεως ἔσται πάσης σωματικῆς αἰσθήσεως ἀποσβεσθείσης, μόνης δὲ τῆς νοερᾶς ἐνεργείας ἀΰλως τε καὶ ἀσωμάτως τοῦ νοητοῦ κάλλους ἐφαπτομένης ἀκωλύτως ἡ φύσις τὸ ἴδιον ἀπολήψεται ἀγαθόν, ὃ μήτε χρῶμα μήτε σχῆμα μήτε διάστασις μήτε πηλικότης ἐστίν, ἀλλ' ὃ πᾶσαν στοχαστικὴν εἰκασίαν παρέρχεται.
Τί οὖν ἴσως ἐρεῖ τις δυσχεραίνων πρὸς τὴν παροῦσαν ζωήν; ἵνα τί τὸ σῶμα καὶ ἀντὶ τίνος ἡμῖν, εἴπερ ἀμείνων ὁ 9.49 χωρὶς τούτου βίος ἀπεδείχθη τῷ λόγῳ; πρὸς ὃν ἐροῦμεν ὅτι οὐ μικρόν ἐστι οὐδὲ τὸ ἐκ τούτων κέρδος τοῖς δυναμένοις εἰς πᾶσαν βλέπειν τὴν οἰκονομίαν τῆς φύσεως. μακάριος μὲν γὰρ ὄντως ἐκεῖνος τῶν ἀγγέλων ὁ βίος ὁ μηδὲν τοῦ σωματικοῦ προσδεόμενος βάρους. οὐ μὴν οὐδὲ οὗτος ἀσυντελὴς ὡς πρὸς ἐκεῖνόν ἐστιν· ὁδὸς γὰρ πρὸς τὸ ἐλπιζόμενον ὁ παρὼν γίνεται βίος, καθάπερ ἐπὶ τῶν βλαστημάτων ἔστιν ἰδεῖν, ἐφ' ὧν ὁ καρπὸς ἀπὸ τοῦ ἄνθους ἀρξάμενος δι' αὐτοῦ πρόεισιν εἰς τὸ γενέσθαι καρπὸς κἂν μὴ καρπὸς ᾖ τὸ ἄνθος. ἀλλὰ καὶ τὰ λήια τῶν σπερμάτων ἐκφυόμενα οὐκ εὐθὺς ἐν τῷ στάχυι φαίνεται, ἀλλὰ χόρτος τὸ πρῶτον γίνεται βλάστημα, εἶτα ἀπὸ τούτου καλάμη συνίσταται περιφθαρέντος τοῦ χόρτου καὶ οὕτω τῇ κεφαλῇ τοῦ ἀστάχυος ὁ καρπὸς ἐμπεπαίνεται. πλὴν οὐκ αἰτιᾶται τὴν ἀναγκαίαν ταύτην περίοδόν τε καὶ ἀκολουθίαν ὁ γεωπόνος διὰ τί λέγων πρὸ τοῦ καρποῦ τὸ ἄνθος, ἢ ὑπὲρ τίνος ὁ ἐκ τοῦ σπέρματος προανατέλλων χόρτος, εἴ γε καὶ τὸ ἄνθος ἀπορρέει καὶ ὁ χόρτος μάτην ξηραίνεται