1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

καὶ τοὺς ἄγαν ἀμειλί κτους κινῆσαι, ἁπλότητι, καὶ ἐπιεικείᾳ, καὶ πολλῇ κεκραμένῃ καλοκἀγαθίᾳ. Καὶ τίς οὕτως ἦν ἀναιδείᾳ προ[σ]κείμενος, ὃς προσβλέψας αὐτὸν, οὐκ ἠρυθρία, καί πως αὐτὸς ἑαυτοῦ κοσμιώτερος ἐγεγόνει; Τάχα τοίνυν τοσοῦτόν τις πλῆθος ἀκούσας κατορ θωμάτων, δόξει ὡς οὐκ ἐν βάθει τῶν ἐκκλησιαστικῶν ἐχώρησε δογμάτων ὁ θεῖος οὗτος ἀνήρ. Ποίαν γὰρ εἶχε σχολὴν, φαίην ἂν, ὁ τοιοῦτος, τοσαύταις μερι ζόμενος ἀρεταῖς; Τῷ δὲ οὐκ ἐπεπόλαζε τῶν θείων δογμάτων ἡ γνῶσις. Οὐ γὰρ ὅσον εἰπεῖν καὶ παραι νέσαι τοῖς ἄλλοις, ταύτην μετῄει· ἀλλ' ἄμφω καλῶς ἐπαιδεύθη, τά τε δόγματα τῆς Ἐκκλησίας αὐτὰ, τά τε τούτοις ἀντιλέγειν ἐπιχειροῦντα· τὰ μὲν, ὅσον ἐπιτη δεύσει μαθών· τὰ δὲ πρὸς ἔλεγχον τῶν αἱρετικῶν. Ζῆλος γὰρ αὐτὸν κατὰ τῶν τῆς Ἐκκλησίας ἐκίνει θη-ρῶν· ὅθεν καὶ εἰς ἡμᾶς ἔφθασέ τε τις ἄγραφος λόγος, τὸν πρὸς τῇ ἀληθείᾳ τούτου ζῆλον ἡμῖν ἀποδεικνὺς, ἔχων οὕτως, ὡς ὁ κουφόνους, μᾶλλον ἄνους καὶ ἄλο γος Ἀπολινάριος, πολλὰ καινοτομήσας καὶ ἀπὸ κοι λίας ἐρευξάμενος, ἄδικον τῆς εὐσεβείας Γραφὴν ἐσχε δίασεν, ἐν δυσὶ βιβλίοις ταύτην συντάξας. Ἐνεχεί ρισε δὲ ταύτας πρὸς φυλακὴν καί τινι, τῇ τὰς ἐκείνου ἡδονὰς, ὡς ἐφημίσθη, θεραπευούσῃ. Ὡς δὲ τῷ Με γάλῳ τὰ τῆς συγγραφῆς ἐγνωρίσθη, τῆς ἐκείνου δόξης σχῆμα πλασάμενος ὁ σοφὸς, προσέρχεται τῇ γυναικὶ τῇ τὰς βίβλους φυλαττούσῃ τὰς βεβήλους, ἀναγνωρι ζόμενος, καὶ εὐλογίας αὐτῇ ὡς ἀπὸ τῆς ἐρήμου κο μίζων, τάχα δὲ καὶ ἕτερά τινα τεχναζόμενος. Ὕστε ρον οὖν ἱκετεύει δοθῆναι αὐτῷ χάριν ὠφελείας, ὡς ἔλεγε, τὰ τοῦ διδασκάλου συγγράμματα, ὡς ἂν τοῖς αἱρετικοῖς, ἡμᾶς οὕτω δῆθεν ἀποκαλῶν, ἀντιφέρεσθαι εὐπετῶς ἔχοι.

Ἡ δὲ τὸν νοῦν οὐκ ἐμφω[τισ]θεῖσα, καὶ τῶν τῆς Ἀπολιναρίου συμμορίας καὶ τοῦτον εἶναι φε νακισθεῖσα, τὰς βίβλους παρέσχετο, ταχινὴν ἀξιώσασα τὴν τούτων γενέσθαι ἀποστροφήν. Ὁ δὲ μέγας οὗτος Ἰακὼβ, τὸν βέβηλον πτερνίσας Ἡσαῦ, καὶ τὰ πονηρὰ πρωτότοκα τῶν τούτου νοημάτων λαβὼν, σοφῶς ὑπεξῆλθε· φύλλον γὰρ φύλλῳ προσπτύξας, ἰχθύος τε κόλλῃ τὸ πᾶν καταχρίσας, ὡς ἓν πυκτίον τὸ πᾶν τῆς βίβλου κατειργάσατο, θάτερον μέρος θατέρου διασπα σθῆναι ὑπὸ τοῦ σφοδροῦ συνδέσμου μὴ συγχωρούμενον. Οὕτως ταῖς δυσὶ τεχνασάμενος βίβλοις, τῇ χρησάσῃ πάλιν ἀνταπέδωκεν· ἣ, οἷα γυνὴ, καὶ τῶν σοφῶν ἄπειρος νοημάτων, τὴν πρόσοψιν τούτων σώαν θεα σαμένη, περὶ τοῦ βάθους οὐκ ἠκριβολόγησεν. Ἡμερῶν δὲ οὐ πάνυ συχνῶν διελθουσῶν, τισὶ τῶν ὀρθοδόξων ὑποτίθησιν ὁ θεῖος πρεσβύτης, τὸν ἀσεβῆ καλέσαι Ἀπολινάριον διαλεξόμενον. Ὁ δὲ τὴν πρόσ-κλησιν δεξάμενος, καὶ ταῖς ἀθέοις αὐτοῦ βίβλοις 46.841 θαῤῥῶν, εἰς τὴν κυρίαν ἀπήντησε, καὶ διαλέγεσθαι μὲν αὐτὸς ὡς γήρᾳ τρυχωθεὶς, ἀπηνήνατο· τὰς οἰ κείας βίβλους προκομισθῆναι, καὶ δι' αὐτῶν ἀπο κρίνασθαι καὶ ἀντιλέγειν ἠξίου. Ὡς οὖν οἱ τούτου συμμύσται τὰς βίβλους ἐκόμισαν, μεγάλως ἐπ' αὐ ταῖς βρενθυόμενοι· λαβὼν ἐκεῖνος ὁ πεπαλαιωμένος κακῶν ἡμερῶν τῆς ἀδικίας κριτὴς, τὴν μίαν βίβλων ἀναπτύξαι ἐπεχείρει. Ὡς δὲ οὐκ ἐνεδίδου τῇ κόλλῃ πιεσθεῖσα, περὶ τὸ μέσον ταύτης τὴν ὁρμὴν ἐποιεῖτο· ἡ δὲ ὁμοίως ἦν ἀνεπτυγμένη. Ὡς γοῦν τῆς πρώτης ἠστόχησεν, ἐπὶ τὴν δευτέραν λοιπὸν ἐχώρησε, καὶ δὴ καὶ αὐτὴν ὅλην ἀδιαίρετον καὶ πάντως ἀνύπεικτον κατιδὼν, τῇ μὲν αἰσχύνῃ τὸ πρόσωπον ἠλλοιώθη· τῇ ἀπορίᾳ δὲ, τὴν ψυχὴν ἐξεπλάγη, καὶ τοῦ συνεδρίου χωρισθεὶς ὁ παραπλὴξ ἀθυμίᾳ καὶ νόσῳ, καὶ τέλος θανάτῳ προσήγγισε, τὴν ὕβριν οὐκ ἐνεγκών. Τοιοῦτος ἦν καὶ πρὸς τὸν τῆς εὐσεβείας ζῆλον ὁ μέγας πατὴρ ἡμῶν καὶ διδάσκαλος Ἐφραΐμ· ἐν ἄλλοις μὲν τὸ πρᾶον καὶ ἐπιεικὲς ἐνδεικνύμενος, ὅτε μὴ χρεία πολέμου· ἐν ἄλλοις δὲ τὸ στύφον καὶ αὐ στηρὸν, ὅτε μάλιστα περὶ τὴν πίστιν ὁ κίνδυνος, πάντα σοφῶς μετερχόμενος, καὶ ὡς ὁ καιρὸς ἐδεῖτο.

Καὶ γὰρ καὶ τοῦτο τῶν πολλῶν αὐτοῦ νηστειῶν καὶ δακρύων, καὶ ἀκαταπαύστων οὐκ ἔλαττον προσευχῶν· ὁ κατὰ Θεὸν λέγω ζῆλος, μᾶλλον δὲ, καὶ ὑπὲρ ἐκεῖνα· ὅσον αὐτὰ μὲν εἰς μόνον τὸν δράσαντα περι ορίζει τὴν ὄνησιν· ἐκεῖνο