1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

πάντων, εἷς ἄρα καὶ Θεὸς, ὁ πάντων αἴτιος καὶ δημιουργός. {1Ἐκ τῆς αὐτῆς.}1 Εἰ μὲν τὸ ἀγαθὸν ὂν, τὸ πονηρὸν οὐκ ὄν. Εἰ δὲ τὸ πονηρὸν ὂν, τὸ ἀγαθὸν οὐκ ὂν, κατὰ τὸν λόγον τῶν ἀμέσων ἐναντίων, ὑγείας καὶ νόσου, ζωῆς καὶ θα νάτου. Οὐκ ἄρα Θεὸς πονηρός. {1Ἐκ τῆς αὐτῆς.}1 Ὁ μὲν ἀγαθὸς Θεὸς οὐσιώδη καὶ φυσικὴν ἔχει τὴν ἀγαθότητα, ὁ δὲ πονηρὸς τὴν στέρησιν τῆς ἀγα θότητος ἕξιν ἕξει πάντως. Καὶ πῶς Θεὸς ἐξ ἀποπτώ σεως καὶ ἐλλείψεως; {1Ἐκ τῆς αὐτῆς.}1 Εἰ δύο ἦσαν Θεοὶ, ἢ τρεῖς, ἢ ἁπλῶς πολλοὶ, πάλαι ἂν ὁ κόσμος ἀπωλώλει ἄλλοτε ἄλλως, καὶ διαφόρως ἐνεργούμενος, καὶ κινούμενος. Τὸ δὲ κατὰ ταυτὰ, καὶ ὡσαύτως ἀεὶ κινεῖσθαι, καὶ διεξάγεσθαι, καὶ ἡ διὰ πάντων εὐαρμοστία, καὶ συμφωνία, καὶ τάξις, καὶ διαμονὴ, καὶ συντήρησις ἕνα καὶ τὸν αὐτὸν κη ρύττει τὸν αἴτιον, καὶ δημιουργὸν, καὶ προνοητὴν, καὶ συνοχέα. 130.316 {1Ἐκ τῆς αὐτῆς.}1 Εἰ μὲν πονηρὸς ὁ κάτω κόσμος οὗτος, καὶ ἡμεῖς ἄρα πονηροὶ, μέρος ὄντες αὐτοῦ. Πονηροῖς δὲ ἡμῖν κατὰ φύσιν οὖσιν οὐ πρόσεστιν ἀλήθεια. Ἡ γὰρ ἀλήθεια σαφῶς ἀγαθόν· τὸ δὲ ἀγαθὸν ἀλλότριον πονηροῦ. Μὴ κεκτημένοις δὲ ἀλήθειαν τὰ δεδογμένα ψευδῆ τε καὶ ἀνυπόστατα. Εἰ δὲ ἀγαθὸς ὁ δηλω θεὶς κόσμος, ἀγαθοῦ πάντως καὶ δημιούργημα. Ἀγαθοῦ γὰρ αἰτιατοῦ ἀγαθὸν τὸ αἴτιον, ὥσπερ καὶ πονηροῦ πονηρόν.

{1Ἐκ τῆς αὐτῆς.}1 Εἴπερ μὲν τὸν κόσμον ἀγαθὸν ὁμολογεῖτε τὸν δὲ Θεὸν καὶ Πατέρα πονηρὸν, καὶ οὐ τοῦ κόσμου τού του δημιουργὸν, ἔσται πάντως καὶ πονηρὸς ἄλλος κόσμος τοῦ πονηροῦ Θεοῦ δημιούργημα. Ἀλλὰ μὲν οὐκ ἔστιν. Οὐδὲ Θεός ἐστιν ἄρα πονηρός. Ὁ μὲν γὰρ Θεὸς ἀρχὴ καὶ ποιητικὸν αἴτιον· ἀρχομένων δὲ καὶ πεποιημένων οὐκ ὄντων, οὐδὲ ἀρχὴ πάντως ἔσται. Οὐκ ἄρα οὖν πονηρός ἐστι Θεός. {1Ἐκ τῆς αὐτῆς.}1 Ὁ τῆς Παλαιᾶς, φασὶ, ∆ιαθήκης Θεὸς οὐκ ἔχει τὴν περιληπτικὴν πάντων καὶ θείαν πρόγνωσιν. Ἐρωτᾷ γὰρ τὸν Ἀδὰμ, Ποῦ εἶ; καὶ τὸν Κάϊν, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; καὶ τὸν Ἀβραὰμ, Ποῦ Σάῤῥα ἡ γυνή σου; καὶ πολλὰ τοιαῦτα. Πρὸς οὕς φαμεν. Οὐκ ἀγνοίας αἱ δηλωθεῖσαι ἐρωτήσεις, ἀλλὰ μᾶλλον γνώσεως. Εἰ μὴ γὰρ ἔγνω καὶ τὸν Ἀδὰμ, καὶ τὸν Κάϊν ἁμαρτήσαντα, οὐκ ἂν εὐθὺς ἠρώτησε· καὶ δῆλον ἀπὸ τῶν ἑξῆς. Εἴρηκε γὰρ πρὸς μὲν τὸν Ἀδὰμ, καίτοι μήπω μηδὲν περὶ τῆς βρώσεως ὁμολογήσαντα· Τίς ἀνήγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλά-μην σοι μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Πρὸς δὲ τὸν Κάϊν, καίτοι καὶ αὐτὸν πειρώμενον λαθεῖν· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Ταῦτα καὶ λίαν μὲν εἰδότος εἰσὶ, βουλομένου δὲ διὰ τῆς προσποιήτου ἐρωτήσεως εἰς μετάνοιαν ἀγαγεῖν τοὺς ἡμαρτηκότας, ἐπιγνόντας ὅτι πεφώρανται. Πάλιν δὲ καὶ τό· Ποῦ Σάῤῥα ἡ γυνή σου; προγινώσκοντος ἦν ὅτι καὶ γυναῖκα ἔχει, καὶ Σάῤῥα κέκληται. Ὁ δὲ ταῦτα εἰδὼς καὶ ὅπου ἦν ἐγίνωσκε πάντως. Οὐ γὰρ ἂν ὄπισθεν τῆς θύρας ἑστώσης, καὶ μετὰ τὴν τῆς τεκνογονίας ἐπαγγελίαν γελασάσης κρύβδην, ἔλεγε· Τί ὅτι ἐγέλασε Σάῤῥα; Εἶτα προσ-τίθησι καὶ τὴν αἰτίαν τοῦ γέλωτος. Λέγουσα γὰρ, φησὶν, ἐν ἑαυτῇ, Ἆρά γε ἀληθῶς τέξομαι; Ταῦτα γὰρ καὶ καρδιογνώστου. Ἠρώτησε δὲ Ποῦ Σάῤῥα ἡ γυνή σου; κατ' οἰκονομίαν, ἵνα μαθὼν ἐντεῦθεν Ἀβραὰμ ὅτι προγνώστης ἐστὶ, καὶ πάντα εἰδὼς, ὡς κρείττονι προσέχῃ, καὶ τοῦ λοιποῦ πιστεύῃ πᾶ-σιν, οἷς ἂν ἐρεῖ. Καὶ τὸ περὶ τῶν Σοδόμων δὲ καὶ Γομόῤῥων εἰρημένον, ὅτι Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ, κατ' οἰκονομίαν εἴρηται, παιδεύων ἡμᾶς μὴ κολάζειν ἀπὸ προγνώσεως, ἀλλ' ἀναμένειν τὴν πραγματικὴν διάγνωσιν. Εἰ γὰρ μὴ ἐγίνωσκε, πῶς 130.317 ἔλεγε· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥων ἔρχεται πρός με; Ἡ γῆ, φησὶ, βοᾷ καὶ πρὸ τῶν πραγμά-των, ἢ αὐτὰ τὰ πράγματα κράζει. Πολλαὶ δὲ τοιαῦ-ται οὐ μόνον παρὰ τῇ Παλαιᾷ, ἀλλὰ καὶ παρὰ τῇ Νέᾳ ἐρωτήσεις τοῦ Χριστοῦ. Πᾶσαι δὲ οἰκονομικαὶ, καί τι ἕτερον κατασκευάζουσαι. Ἴδιον γὰρ τοῦ Θεοῦ τὸ πάντα γινώσκειν· καὶ ὁ μὴ πάντα εἰδὼς οὐ πάν-των Θεός.