8
παραβλέπομεν ἐντολὴν, ἡνίκα ἂν τῶν ἀθανάτων μυστηρίων δέοι μετασχεῖν, μετὰ τῆς ἐγκειμένης ἡμῖν ἀκαθαρσίας τε καὶ ἀναισχυντίας τοῦτο ποιοῦντες πολλάκις. Οὐ ταύτας δὲ μόνον τὰς ἐντολὰς, ἀλλὰ καὶ τὰς ἑξῆς ὑπὸ πάντων ὁλοσχερῶς ἀνατετραμμένας ἴδοι τις ἄν, Εἰπόντος γὰρ τοῦ Χριστοῦ, Ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· ἡμεῖς πάντα ποιοῦμεν ἃ πάσχειν μὴ θέλομεν, καὶ κελευσθέντες διὰ τῆς στενῆς πύλης εἰσελθεῖν, τὴν εὐρύχωρον ἐπιζητοῦμεν πανταχοῦ, Καὶ τὸ μὲν τῶν βιωτικῶν τινας ταύτην ἀσπάζεσθαι καὶ φιλεῖν, οὐ σφόδρα ἐστὶ θαυμαστόν· τὸ δὲ ἄνδρας ἐσταυρῶσθαι δοκοῦντας πλέον ἐκείνων ἀνιχνεύειν αὐτὴν, τοῦτό ἐστι τὸ πολλῆς ἐκπλήξεως γέμον, μᾶλλον δὲ καὶ αἰνίγματι ἔοικε τὸ πρᾶγμα. Τῶν γὰρ μοναχῶν ὡς ἐπιπολὺ πάντων ταῦτα εὐθέως πρῶτον ἀκούσῃ τὰ ῥήματα, εἴ ποτε αὐτοὺς εἰς οἰκονομίαν τινὰ παρακαλέσεις ἐλθεῖν, ἐρωτώντων εἴ γε ἀνάπαυσιν ἔστιν εὑρεῖν, καὶ εἴ γε δύναται ἀναπαῦσαι ὁ καλῶν, καὶ ἄνω καὶ κάτω πολὺ τὸ τῆς ἀναπαύσεως ὄνομα. Τί λέγεις, ἄνθρωπε; τὴν τεθλιμμένην κελευσθεὶς βαδίζειν ὁδὸν περὶ ἀναπαύσεως ἐρωτᾷς, καὶ διὰ τῆς ἐστενοχωρημένης προσταχθεὶς πύλης εἰσελθεῖν εὐρύχωρον ἐπιζητεῖς; καὶ τί ταύτης τῆς διαστροφῆς χεῖρον γένοιτ' ἄν; Ἵνα δὲ μὴ νομίσῃς ἑτέρους με καταδικάζοντα ταῦτα λέγειν νῦν, τὸ ἐμαυτοῦ σοι ἐρῶ. Ὅτε γὰρ πρώην ἐγὼ ἐγνώκειν, τὴν πόλιν ἀφεὶς, ἐπὶ τὰς σκηνὰς τῶν μοναχῶν ἐλθεῖν, πολὺς ἤμην τοῦτο ἐρευνῶν καὶ πολυπραγμονῶν, πόθεν ἡ τῶν ἀναγκαίων ἔσται χορηγία, καὶ εἰ δυνατὸν ἄρτον ἐσθίειν ἐφήμερόν τε καὶ νεαρὸν, καὶ εἰ μή τις ὁ καταναγκάζων ἐλαίῳ χρῆσθαι τῷ αὐτῷ πρὸς λύχνον τε καὶ τροφὴν, εἰ μή τις ὁ πρὸς τὴν τῶν ὀσπρίων ταλαιπωρίαν ὠθῶν καὶ εἰς ἔργον ἐμβάλλων χαλεπὸν, οἷον σκάπτειν ἢ ξυλοφορεῖν κελεύων ἢ ὑδροφορεῖν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὑπηρετεῖν· καὶ ὅλως ὁ περὶ τῆς ἀναπαύσεως λόγος ἦν πολὺς ἡμῖν. Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ' εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν· ἀλλ' ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας ἐκβακχευθέντες, πάντα ὑπομένουσι, δι' ὧν ταύτης ἐπιτεύξεσθαι προσδοκῶσιν. Ἡμεῖς δὲ, οὐ χρημάτων οὐδὲ γῆς προκειμένης ἡμῖν, ἀλλ' οὐρανῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὑπὲρ ἀναπαύσεως πυνθανόμεθα· τοσοῦτόν ἐσμεν ἐκείνων ἐλεεινότεροι καὶ μαλακώτεροι. Τί φῂς, ἄνθρωπε; πρὸς τὸν οὐρανὸν στέλλεσθαι μέλλων, καὶ τὴν βασιλείαν τὴν ἐκεῖσε λαμβάνειν, ἐρωτᾷς εἴ τι δυσχερὲς κατὰ τὴν ὁδὸν ταύτην καὶ τὴν ἀποδημίαν ἐστὶ, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, οὐδὲ ἀπελθὼν 47.404 κατορύττεις σαυτόν; Κἂν γὰρ ἅπαντα ᾖ τὰ ἐν ἀνθρώποις δεινὰ, κἂν λοιδορίαι, κἂν ὕβρεις, κἂν ἀτιμίαι, κἂν συκοφαντίαι, κἂν ξίφος, κἂν πῦρ, κἂν σίδηρος καὶ θηρία καὶ καταποντισμοὶ, κἂν λιμὸς καὶ νόσος καὶ ὅσα ἐξ ἀρχῆς εἰς τὸ παρὸν ὁ βίος ἤνεγκε χαλεπὰ, οὐ καταγελάσεις πάντων, εἰπέ μοι, καὶ καταφρονήσεις; ἐννοήσεις δὲ ὅλως ταῦτα; Καὶ τί ταύτης γραωδέστερον γένοιτ' ἂν τῆς ψυχῆς, τί δὲ ταπεινότερόν τε καὶ ἀθλιώτερον; Τὸν γὰρ τῇ τῶν οὐρανίων ἐπιθυμίᾳ ληφθέντα οὐ λέγω μόνον, ὅτι ἀνάπαυσιν οὐ χρὴ ζητεῖν, ἀλλ' οὐδὲ παρούσης αἰσθάνεσθαι. Ἢ πῶς οὐκ ἄτοπον, τοὺς μὲν ἀτόπως ἐρῶντας οὕτως εἶναι τῶν ἐρωμένων ὅλους, ὡς πλὴν ἐκείνων καὶ τῆς ἐκείνων συνουσίας μηδὲν ἡγεῖσθαι ἕτερον ἡδὺ τῶν ἐν τῷ παρόντι βίῳ, καίτοι γε ὄντων πολλῶν· ἡμᾶς δὲ οὐκ ἀτόπῳ τινὶ, ἀλλὰ τῷ πάντων ἀνωτέρῳ ληφθέντας ἔρωτι μὴ μόνον παρούσης ἀναπαύσεως μὴ καταφρονεῖν, ἀλλὰ καὶ ἀποῦσαν ἐκζητεῖν;