8
πόλεις, ἕνθα δικαστήρια καὶ νόμοι, πολλῆς γέμουσι παρανομίας καὶ ἀδικίας, ἡ δὲ ἐρημία πολλῷ βρύει τῷ τῆς φιλοσοφίας καρπῷ, οὐχ οἱ τῆς ζάλης ταύτης καὶ τῆς ταραχῆς τοὺς σωθῆναι βουλομένους ἐξάγοντες, καὶ πρὸς τὸν τῆς ἡσυχίας ὁδηγοῦντες λιμένα, δικαίως ἂν ἐγκαλοῖντο παρ' ὑμῶν, ἀλλ' οἱ πόλιν ἑκάστην οὕτως ἄβατον ἐργαζόμενοι καὶ πρὸς φιλοσοφίαν ἀνεπιτήδειον, ὡς ἀναγκάζεσθαι τοὺς σωθῆναι βουλομένους τὰς ἐρημίας μεταδιώκειν. Εἰπὲ γάρ μοι, εἴ τις μεσονύκτιον λαμπάδα λαβὼν οἰκίαν ἐνέπρησε μεγάλην καὶ πολυάνθρωπον, τοῖς ἔνδον καθεύδουσιν ἐπιβουλεύων, τίνα ἂν ἔφαμεν εἶναι κακὸν, τὸν διεγείροντα τοὺς καθεύδοντας, καὶ τῆς οἰκίας ἐξάγοντα ἐκείνης, ἢ τὸν ἀνάψαντα τὸ πῦρ ἐξ ἀρχῆς, καὶ τοσαύτην ἀνάγκην αὐτοῖς τε ἐκείνοις καὶ τῷ τούτους ἐξαγαγόντι περιστήσαντα; Τί δαὶ, εἴ τις τυραννουμένην πόλιν ἰδὼν καὶ νοσοῦσαν καὶ στασιάζουσαν, ἔπεισεν οὓς ἠδύνατο τῶν τὴν πόλιν ταύτην οἰκούντων ἀναδραμεῖν πρὸς τὰς τῶν ὀρῶν κορυφὰς, καὶ πείσας ὁμοῦ, καὶ συνέπραξε πρὸς ταύτην αὐτοῖς τὴν ἀναχώρησιν, τίνος ἂν κατηγόρησας; τοῦ μεταθέντος ἀπὸ ταύτης τῆς ταραχῆς πρὸς τὴν γαλήνην ἐκείνην τοὺς ἐν μέσῳ χειμαζομένους ἀνθρώπους, ἢ τὸν ταῦτα ἐργασάμενον τὰ ναυάγια; Μὴ γάρ τοι νομίσῃς ἄμεινον τυραννουμένης πόλεως τὰ τῶν ἀνθρώπων πράγματα διακεῖσθαι νῦν, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Οὐ γὰρ ἄνθρωπος, ἀλλά τις πονηρὸς δαίμων καθάπερ τύραννος ἄγριος τὴν οἰκουμένην ἅπασαν καταλαβὼν, μετὰ πάσης αὐτοῦ τῆς φάλαγγος εἰς τὰς τῶν ἀνθρώπων εἰσεκώμασε ψυχάς· εἶτα ἐκεῖθεν, ὥσπερ ἔκ τινος ἀκροπόλεως, τὰ μιαρὰ καὶ ἐναγῆ καθ' ἑκάστην ἡμέραν ἐπιτάγματα καταπέμπει πᾶσιν, οὐ γάμους διασπῶν, οὐδὲ χρήματα πέμπων καὶ φέρων μόνον, οὐδὲ σφαγὰς ἐργαζόμενος ἀδίκους, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, τὴν 47.329 ἅπαξ ἁρμοσθεῖσαν. τῷ Θεῷ ψυχὴν τῆς μὲν πρὸς ἐκεῖνον ὁμιλίας ἀπάγων, ἐκδιδοὺς δὲ τοῖς ἀκαθάρτοις αὐτοῦ δορυφόροις, καὶ συγκατακλίνεσθαι καταναγκάζων αὐτοῖς· οἵπερ ἐπειδὰν ἅπαξ αὐτὴν παραλάβωσιν, οὕτως αὐτῇ συγγίνονται αἰσχρῶς καὶ ὑβριστικῶς, ὡς εἰκὸς δαίμονας πονηροὺς σφοδρῶς καὶ μανικῶς τῆς τε ἀπωλείας καὶ τῆς ἀσχημοσύνης ἐρῶντας τῆς ἡμετέρας. Ἀποδύσαντες γὰρ αὐτὴν πάντων τῶν τῆς ἀρετῆς ἱματίων, καὶ τὰ τῆς κακίας ῥάκια πάθη περιθέντες τὰ ῥυπῶντα καὶ διεῤῥηγμένα καὶ δυσώδη, καὶ τῆς γυμνότητος αἰσχροτέραν αὐτὴν ἀποφαίνοντα, καὶ πάσης τῆς οἰκείας προσαναπλήσαντες ἀκαθαρσίας, οὐ παύονται ταῖς εἰς αὐτὴν ἐμπομπεύοντες ὕβρεσιν. Οὐδὲ γὰρ ἴσασί τινα κόρον τῆς μιαρᾶς ταύτης καὶ παρανόμου μίξεως· ἀλλ' ὥσπερ οἱ μεθύοντες, ὅταν ἐμφορηθῶσι πολλοῦ τοῦ πόματος, τότε μᾶλλον ἐκκαίονται· οὕτω καὶ οὗτοι τότε μάλιστα μαίνονται, σφοδρότερόν τε αὐτῇ καὶ ἀγριώτερον ἐναλλόμενοι, ὅταν μάλιστα αὐτῇ παραχρήσωνται κατακεντοῦντες πάντοθεν καὶ δάκνοντες, καὶ τὸν οἰκεῖον εἰς αὐτὴν ἐκχέοντες ἰὸν, καὶ οὐ πρότερον διαλιμπάνοντες, ἕως ἂν εἰς τὴν οἰκείαν μεταστήσωσιν ἕξιν, ἢ τοῦ σώματος ἴδωσιν ἀποδυθεῖσαν αὐτήν. Ποίας οὖν τυραννίδος, ποίας αἰχμαλωσίας, ποίας ἀναστατώσεως, τίνος ἀνδραποδισμοῦ, ποίου πολέμου, τίνος ναυαγίου, ποίου λιμοῦ ταῦτα οὐ χαλεπώτερα; Τίς οὕτως ὠμὸς καὶ ἀνήμερος, τίς οὕτως ἠλίθιος καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς καὶ ἀνάλγητος, ὡς τὴν τὰ τοιαῦτα ὑβριζομένην καὶ ἐπηρεαζομένην ψυχὴν μὴ θελῆσαι, τό γε εἰς αὐτὸν ἧκον, τῆς ἐναγοῦς ἐκείνης ἀπαλλάξαι μανίας καὶ ὕβρεως, ἀλλὰ τοιαῦτα πάσχουσαν περιορᾷν; Εἰ δὲ τοῦτο ἀπηνοῦς καὶ λιθίνης ψυχῆς, ποῦ θήσομεν, εἰπέ μοι, τούτους, οἳ πρὸς τῷ περιορᾷν καὶ ἕτερον πολλῷ μεῖζον τούτου ἐργάζονται κακὸν, τοὺς προθυμουμένους εἰς μέσους πηδῆσαι τοὺς κινδύνους, καὶ μὴ παραιτουμένους εἰς αὐτὸν τοῦ θηρίου τὸν λαιμὸν καθεῖναι τὰς χεῖρας, ἀλλὰ καὶ δυσωδίας καὶ κινδύνων ἀνεχομένους, ἵνα τὰς ἤδη καταποθείσας ψυχὰς ἐξ αὐτῆς τοῦ δαίμονος τῆς φάρυγγος ἀνασπάσωσιν, οὐ μόνον οὐκ ἐπαινοῦντες, οὐδὲ ἀποδεχόμενοι, ἀλλὰ καὶ ἐλαύνοντες πάντοθεν καὶ πολεμοῦντες;