1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

παρῄνεσα, ταῦτα καὶ νῦν πάλιν παραινῶ· εἰδὼς τοῦ κατορθώματος τὸ μέγεθος, μίμησαί σου τὸν ∆εσπότην· ἐκεῖνος ἐσταυροῦτο, καὶ ὑπὲρ τῶν σταυρούντων παρεκάλει. Καὶ πῶς δύναμαι, φησὶ, τὸν ∆εσπότην μιμήσασθαι; Ἂν ἐθέλῃς, δύνασαι· εἰ μὴ ἦν δυνατὸν, οὐκ ἂν ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· εἰ μὴ δυνατὸν ἦν ἀνθρώπῳ μιμήσασθαι, οὐκ ἂν ὁ Παῦλος εἶπε· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πλὴν ἀλλ' οὐ βούλει μιμήσασθαι τὸν ∆εσπότην; μίμησαί σου τὸν σύνδουλον, τὸν Στέφανον λέγω, τὸν πρῶτον ἀνοίξαντα τὰς τοῦ μαρτυρίου θύρας· ἐκεῖνος τὸν ∆εσπότην ἐμιμήσατο. Καθάπερ γὰρ ὁ ∆εσπότης μεταξὺ τῶν σταυρούντων αὐτὸν κρεμάμενος ὑπὲρ τῶν σταυρούντων παρεκάλει, οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων ὢν, βαλλόμενος ὑπὸ πάντων, καὶ τὰς νιφάδας τῶν λίθων δεχόμενος, τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς ἔλεγε· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Εἶδες πῶς Υἱὸς διαλέγεται, καὶ πῶς δοῦλος εὔχεται; ἐκεῖνος λέγει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί 49.416 ποιοῦσιν· οὗτος λέγει· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς ὅτι ἐσπουδασμένως τοῦτο ποιεῖ, οὐχ ἁπλῶς ηὔξατο, οὐδὲ ἀφωσιωμένως, οὐδὲ ἑστὼς, ἀλλὰ θεὶς τὰ γόνατα, μετὰ κατανύξεως, μετὰ πολλῆς τῆς συμπαθείας. Βούλει σοι δείξω καὶ ἄλλον σύνδουλον μείζονα εὐχόμενον εὐχὴν ὑπὲρ τῶν ἐχθρῶν; ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· μετὰ γὰρ τὸ εἰπεῖν ὅσα πέπονθεν, ὅτι Πεντάκις τεσσαράκοντα παρὰ μίαν παρὰ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα· καὶ ἀπαριθμήσασθαι τὸν ὁρμαθὸν καὶ τὰς ἐπιβουλὰς, ἃς παρ' αὐτῶν καθ' ἑκάστην ὑπέμεινε, φησὶ καὶ αὐτός· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Θέλεις καὶ ἑτέρους ἰδεῖν, οὐχὶ ἀπὸ τῆς Καινῆς, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς, τὸ αὐτὸ τοῦτο ποιοῦντας; Τοῦτο γὰρ μάλιστά ἐστι τὸ θαυμαστὸν, ὅταν οἱ μὴ κελευσθέντες τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκβάλλειν, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὗτοι πρὸς τὴν ἀποστολικὴν φθάσωσι κορυφήν. Ἄκουσον γοῦν τί φησι Μωϋσῆς ὁ καταλευσθεὶς πολλάκις ὑπὸ τῶν Ἰουδαίων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν. ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ἕκαστον τῶν δικαίων τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον; Οὐδὲν ἥμαρτες· τίνος ἕνεκεν κοινωνῆσαι βούλει αὐτῶν τῆς τιμωρίας; Οὐκ αἰσθάνομαι, φησὶ, τῆς εὐπραγίας, ἑτέρων πασχόντων κακῶς. Ἔστι δὲ καὶ ἕτερον ἰδεῖν τοιαύτην ποιούμενον εὐχήν. Πολλὰ γὰρ ἐπίτηδες παράγω τὰ παραδείγματα, ἵνα κἂν οὕτως ἑαυτοὺς διορθώσωμεν, καὶ τὸ χαλεπὸν τοῦτο νόσημα τῆς αὑτῶν ψυχῆς ἐξορίσωμεν, τὸ κατεύχεσθαι λέγω τῶν ἐχθρῶν. Ἄκουε καὶ τοῦ μακαρίου ∆αυῒδ, ἡνίκα τοῦ Θεοῦ παροξυνθέντος καὶ ἄγγελον ἀποστείλαντος τὸν τιμωρησόμενον τὸ πλῆθος, τί φησιν, ὁρῶν λοιπὸν γυμνὴν τὴν ῥομφαίαν δεικνύντα τὸν ἄγγελον καὶ τὴν πληγὴν ἐπιφέρειν μέλλοντα· Ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁρᾷς πάλιν συγγενῆ τὰ κατορθώματα; Βούλει σοι δείξω καὶ ἕτερον τοῦτο ποιοῦντα; Σαμουὴλ ὁ προφήτης ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἐξουθενήθη, ἠτιμώθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι. Προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας. Εἶπε γὰρ πρὸς αὐτὸν ὁ Θεός· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμέ. Τί οὖν ἐκεῖνος ὁ ἐξουθενηθεὶς, ὁ ἀτιμασθεὶς, ὁ καταφρονηθεὶς, ὁ ὑβρισθείς; Ἄκουε τί φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τῷ Κυρίῳ τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν. Ἁμαρτίαν ἐνόμισεν εἶναι τὸ μὴ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Μὴ γένοιτό μοι, φησὶν, ἁμαρτεῖν οὕτως, ὡς μὴ προσεύξασθαι ὑπὲρ ὑμῶν. Εἶδες ἕκαστον τῶν δικαίων, πόσην τούτου τοῦ