1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

8

ῥημάτων τούτων, ἢ τοῖς δαίμοσιν ἐπιτρέψας τὰ σὰ πεῖσαί σε διὰ τῶν πραγμάτων πῶς δαίμονες διοικοῦσι. Τότε γὰρ ἂν ἔγνως καλῶς τὴν ἐκείνων πονηρίαν διὰ τῆς πείρας αὐτῆς· μᾶλλον δὲ καὶ νῦν δυνατὸν ὑμῖν παραστῆσαι, ὡς ἐν μικρῷ τινι παραδείγματι· Ἀπήντησαν τῷ Χριστῷ δαιμονιζόμενοί τινες ἐκ τῶν μνημείων ἐξερχόμενοι, καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες ἐπιτρέψαι αὐτοῖς εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν· καὶ ἐπέτρεψε, καὶ ἀπῆλθον καὶ κατεκρήμνισαν αὐτοὺς εὐθέως ἅπαντας· οὕτω δαίμονες διοικοῦσι. Καίτοι πρὸς τοὺς χοίρους οὐδεὶς ἦν αὐτοῖς λόγος, πρὸς δὲ σὲ ἀεὶ πόλεμος ἄσπονδος καὶ ἀκήρυκτός ἐστι μάχη, καὶ ἔχθρα ἀθάνατος. Εἰ δὲ ἐκείνων, πρὸς οὓς οὐδὲν ἦν αὐτοῖς κοινὸν, οὐδὲ μικρὰν καιροῦ ῥοπὴν ἀνασχέσθαι ὑπέμειναν· εἰ τοὺς πολεμίους αὐτοῖς καὶ διηνεκῶς αὐτοὺς δάκνοντας ὑποχειρίους ἔλαβον ἡμᾶς, τί οὐκ ἂν εἰργάσαντο; τί δὲ οὐκ ἂν τῶν ἀνηκέστων διέθηκαν; ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς ἀφῆκεν αὐτοὺς ἐμπεσεῖν τῇ τῶν χοίρων ἀγέλῃ, ἵν' ἐν τοῖς τῶν ἀλόγων σώμασι μάθῃς αὐτῶν καὶ τὴν πονηρίαν. Καὶ ὅτι τοὺς δαιμονιζομένους ἐκείνους ταῦτα ἂν ἐποίησαν, ἃ καὶ τοὺς χοίρους, εἰ μὴ καὶ ἐν αὐτῇ τῇ μανίᾳ πολλῆς ἀπήλαυον οἱ δαιμονῶντες τῆς τοῦ Θεοῦ προνοίας, δῆλον ἅπασι. Καὶ νῦν οὖν, ὅταν ἴδῃς ἄνθρωπον ὑπὸ δαίμονος κινούμενον, προσκύνησον τὸν ∆εσπότην, μάθε τῶν δαιμόνων τὴν πονηρίαν· ἀμφότερα γὰρ ἔστιν ἰδεῖν ἐπὶ τῶν δαιμονώντων τούτων, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν τῶν δαιμόνων κακίαν· τὴν μὲν τῶν δαιμόνων κακίαν, ὅταν ταράττωσι καὶ θορυβῶσι τὴν ψυχὴν τοῦ παραπαίοντος· τὴν δὲ τοῦ Θεοῦ φιλανθρωπίαν, ὅταν οὕτως ἄγριον δαίμονα, ἔνοικον ὄντα καὶ ἐπιθυμοῦντα κατακρημνίσαι τὸν ἄνθρωπον, κατέχῃ καὶ κωλύῃ, μὴ συγχωρῶν εἰς ἅπαν τῇ οἰκείᾳ χρήσασθαι δυνάμει, ἀλλὰ τοσοῦτον ἐπιτρέπων ἐνδείξασθαι τὴν ἰσχὺν, ὅσον καὶ τὸν ἄνθρωπον σωφρονίσαι, καὶ τὴν οἰκείαν ἐκφανῆ ποιῆσαι πονηρίαν. Βούλει καὶ ἐφ' ἑτέρου παραδείγματος πάλιν ἰδεῖν πῶς διοικεῖ δαίμων, ὅταν ὁ Θεὸς αὐτῷ συγχωρεῖ τῇ οἰκείᾳ κεχρῆσθαι δυνάμει; Ἐν 49.254 νόησον τὰ βουκόλια, τὰ ποίμνια τοῦ Ἰὼβ, πῶς ἐν μιᾷ καιροῦ ῥοπῇ πάντα κατανάλωσε, τὸν ἐλεεινὸν τῶν παίδων αὐτοῦ θάνατον, τὴν κατὰ τοῦ σώματος αὐτοῦ πληγὴν ἐνεχθεῖσαν· καὶ ὄψει τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ἀφειδὲς τῆς τῶν δαιμόνων πονηρίας, καὶ ἀπὸ τούτων εἴσῃ σαφῶς, ὅτι εἰ καὶ τόδε τὸ πᾶν ἐπέτρεψεν αὐτῶν τῇ ἐξουσίᾳ ὁ Θεὸς, πάντα ἂν συνέχεαν καὶ συνετάραξαν, καὶ τὰ τῶν χοίρων ἡμᾶς διέθηκαν καὶ τὰ τῶν βουκολίων ἐκείνων, ὡς οὐδὲ μικρὰν καιροῦ ῥοπὴν φείσασθαι τῆς ἡμετέρας ἂν ἠνέσχοντο σωτηρίας. Εἰ δαίμονες διῴκουν, οὐδὲν τῶν δαιμονώντων ἀνθρώπων ἄμεινον διεκείμεθα, μᾶλλον δὲ κἀκείνων χείρους ἂν ἦμεν. Οὔτε γὰρ ἐκείνους καθόλου τῇ τυραννίδι τῶν δαιμόνων ἐξέδωκεν ὁ Θεὸς, ἐπεὶ πολλῷ τούτων χαλεπώτερα ἂν ἔπαθον, ὧν πάσχουσι νῦν. Ἐγὼ δὲ κἀκεῖνο ἂν ἐπυθόμην τῶν ταῦτα λεγόντων, ποίαν δὴ ἀταξίαν ἐν τοῖς παροῦσιν ὁρῶντες, δαιμόνων διοικήσει τὰ καθ' ἡμᾶς ἀνατιθέασι πάντα; Καίτοι γε ἥλιον ὁρῶμεν ἐπὶ τοσούτοις ἔτεσιν εὔτακτα καθ' ἑκάστην βαδίζοντα τὴν ἡμέραν, ποικίλον ἀστέρων χορὸν τὴν οἰκείαν διατηροῦντα τάξιν, σελήνης δρόμους ἀπαρεμποδίστους, νυκτὸς καὶ ἡμέρας διαδοχὴν ἀκριβῆ, πάντα, καὶ τὰ ἄνω καὶ τὰ κάτω ὥσπερ ἐν ἁρμονίῳ τινὶ χορείᾳ, μᾶλλον δὲ καὶ πολλῷ πλέον καὶ ἀκριβέστερον, τὴν οἰκείαν ἕκαστον χώραν διαφυλάττον, καὶ οὐκ ἐξιστάμενον τῆς τάξεως ἧς παρὰ τὴν ἀρχὴν αὐτὰ ποιῶν ἔταξεν ὁ Θεός. ζʹ. Καὶ τί τούτων ὄφελος, φησὶν, ὅταν οὐρανὸς μὲν, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρων χορὸς, καὶ τὰ ἄλλα πάντα πολλὴν ἔχῃ τὴν εὐταξίαν, τὰ δὲ ἡμέτερα συγχύσεως ᾖ πεπληρωμένα καὶ ἀταξίας; Ποίας συγχύσεως, ἄνθρωπε, καὶ ἀταξίας; Ὁ δεῖνα πλουτεῖ, φησὶ, καὶ βιάζεται, ἁρπάζει καὶ πλεονεκτεῖ, τὰς τῶν πενήτων οὐσίας καταπίνει καθ' ἑκάστην ἡμέραν, καὶ οὐδὲν πάσχει δεινόν· ἕτερος ἐν ἐπιεικείᾳ ζῇ,