1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

8

Χριστόν; Ὅταν τοὺς οἰκείους λογισμοὺς λυττῶντας ἀκαίρως καταστέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆς ἔξωθεν ποιῶμεν παιδεύσεως, ἵνα, ὅταν δέῃ τὰ τοῦ Χριστοῦ δέχεσθαι, σχολάζουσαν καὶ σεσαρωμένην αὐτὴν πρὸς ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν. Καὶ γὰρ ὅταν ἀποφαίνηταί τι Θεὸς ὃ μὴ δεῖ πολυπραγμονεῖσθαι, πίστει παραδέχεσθαι χρή. Τὸ γὰρ ἐπὶ τῶν τοιούτων περιεργάζεσθαι τὰς αἰτίας καὶ ἀπαιτεῖν τὰς εὐθύνας καὶ τὸν τρόπον ἐπιζητεῖν, τολμηροτάτης καὶ ῥιψοκινδύνου ψυχῆς. Καὶ τοῦτο πάλιν ἀπ' αὐτῶν τῶν Γραφῶν παραστῆσαι πειράσομαι. Ζαχαρίας τις ἦν ἀνὴρ θαυμαστὸς καὶ μέγας, ἀρχιερωσύνῃ τετιμημένος, παρὰ τοῦ Θεοῦ τὴν προστασίαν ἐμπεπιστευμένος τοῦ δήμου παντός· οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν τότε ὁρᾶν-σκόπει πῶς τοῦ πλήθους παντὸς ἀντίρροπος ἦν, καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρων τῷ Θεῷ καὶ ἵλεω ποιῶν τὸν ∆εσπότην τοῖς οἰκέταις, καθάπερ μεσίτης τις ὢν Θεοῦ καὶ ἀνθρώπων- εἶδεν ἄγγελον ἔνδον ἑστῶτα καί, ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος· «Μὴ φοβοῦ, Ζαχαρία· εἰσηκούσθη ἡ δέησίς σου καὶ τέξῃ υἱόν.» Καὶ ποία αὕτη ἀκολουθία; Ὑπὲρ τοῦ λαοῦ παρεκάλει, ὑπὲρ τῶν ἁμαρτημάτων ἐδεῖτο, συγγνώμην ᾔτει τοῖς συνδούλοις, καὶ λέγει· «Μὴ φοβοῦ· ἠκούσθη γὰρ ἡ δέησίς σου», καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται τὸ τεχθήσεσθαι παῖδα αὐτῷ τὸν Ἰωάννην. Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», εἰκότως φησίν· «Ἠκούσθη ἡ δέησίς σου καὶ τέξῃ υἱόν.» Τί οὖν ἐκεῖνος; Τὸ γὰρ ζητούμενον τοῦτό ἐστιν ὅτι τὸ περιεργάζεσθαι τρόπους χρησμῶν θείων ἀσύγγνωστόν ἐστι, τὰς δὲ ἀποφάσεις πίστει δέχεσθαι χρή. Εἶδεν εἰς τὴν ἡλικίαν τὴν ἑαυτοῦ, εἰς τὴν πολιάν, εἰς τὸ σῶμα τὸ ἐξησθενηκός· εἶδεν εἰς τὴν στείρωσιν τῆς γυναικὸς καὶ διηπίστησε καὶ τὸν τρόπον ἐζήτησε μαθεῖν καὶ εἶπε· «Κατὰ τί γνώσομαι τοῦτο;» Πῶς, φησίν, ἔσται τοῦτο; Ἰδοὺ ἐγὼ γεγήρακα καὶ πεπολίωμαι, καὶ ἡ γυνή μου στεῖρα προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς· ἡ ἡλικία ἄωρος, ἡ φύσις ἄχρηστος· πῶς ἔχει λόγον τὰ ἐπηγγελμένα; ἐγὼ ὁ σπείρων ἀσθενής· ἡ ἄρουρα ἄγονος. Ἆρ' οὐ δοκεῖ τισι συγγνώμης ἄξιος εἶναι πραγμάτων ἀκολουθίαν ἐπιζητῶν καὶ δοκῶν τι λέγειν εἰκός; Ἀλλ' οὐ τῷ Θεῷ ἔδοξεν ἄξιος εἶναι. Καὶ μάλα εἰκότως. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, λογισμοὺς κινεῖν οὐ χρή, οὐδὲ πραγμάτων ἀκολουθίαν, οὐδὲ φύσεως ἀνάγκην προβάλλεσθαι, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν· πάντων γὰρ τούτων ἀνωτέρα τῆς ἀποφάσεως ἡ δύναμις οὐδενὶ διακοπτομένη κωλύματι. Τί ποιεῖς, ἄνθρωπε; Ὁ Θεὸς ἐπαγγέλλεται, καὶ ἐπὶ ἡλικίαν καταφεύγεις καὶ γῆρας προβάλλῃ; μὴ γὰρ ἰσχυρότερον τὸ γῆρας τῆς ἐπαγγελίας τοῦ Θεοῦ; μὴ γὰρ δυνατωτέρα ἡ φύσις τοῦ δημιουργοῦ τῆς φύσεως; οὐκ οἶδας ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ; Ὁ λόγος αὐτοῦ τὸν οὐρανὸν ἔστησεν· ὁ λόγος αὐτοῦ τὴν κτίσιν παρήγαγεν· ὁ λόγος αὐτοῦ ἀγγέλους ἐποίησεν, καὶ σὺ περὶ γεννήσεως ἀμφιβάλλεις; ∆ιὰ ταῦτα ἠγανάκτησεν ὁ ἄγγελος, καὶ οὐδὲ διὰ τὴν ἱερωσύνην συνέγνω· δι' αὐτὴν μὲν οὖν ἐκολάζετο μειζόνως. Τὸν γὰρ πλέον τῶν ἄλλων εἰς τιμῆς ἔχοντα λόγον καὶ περὶ τὴν πίστιν τῶν ἄλλων πλεονεκτεῖν ἔδει. Καὶ τίς ὁ τρόπος τῆς κολάσεως; «Ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλεῖν.» Ἡ γλῶσσά σου, φησί, ἣ διηκόνησε πρὸς τὴν τῶν ῥημάτων ἀπιστίαν, αὕτη δέξεται καὶ τὴν ἐπὶ τῇ ἀπιστίᾳ τιμωρίαν· «Ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ λαλῶν, ἕως ἂν γένηται ταῦτα.» Ἐννόησον φιλανθρωπίαν ∆εσπότου. Ἀπιστεῖς μοι, φησί· νῦν δέχου τὴν κόλασιν, καὶ ὅταν διὰ τῶν πραγμάτων παράσχω τὴν ἀπόδειξιν, τότε λύω τὴν ὀργήν· ὅταν μάθῃς ὅτι δικαίως ἐκολάσθης, τότε σε ἀπαλλάττω τῆς τιμωρίας. Ἀκουέτωσαν οἱ Ἀνόμοιοι πῶς ἀγανακτεῖ πολυπραγμονούμενος ὁ Θεός. Εἰ δὲ ἐκεῖνος ἀπιστήσας τῇ θνητῇ γεννήσει κολάζεται, σὺ ὁ τὴν ἀπόρρητον καὶ τὴν ἄνω περιεργαζόμενος πῶς διαφεύξῃ τιμωρίαν; εἰπέ μοι.