8
σώζεται πρὸς ἡμετέραν ὑπόμνησιν; Τοιαῦτα καὶ τότε πολλοὶ ἔλεγον, καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινομένης, καὶ τῶν ξύλων κατασκευαζομένων, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πιστεύων ἦν· ἀλλ' ἐπειδὴ οὐκ ἐπίστευσαν τῇ διὰ τῶν ῥημάτων ἀπειλῇ, τὴν διὰ τῶν πραγμάτων ὑπέστησαν τιμωρίαν ἀθρόον. Εἶτα ὁ τοιαύτην κόλασιν ἐπαγαγὼν ἐκείνοις, οὐ πολλῷ μᾶλλον ἐπάξει ἡμῖν; οὐ γὰρ ἐλάττονα τῶν τότε κακῶν τὰ νῦν γινόμενα. Τότε μὲν γὰρ ἐπιμιξίας ἐποίουν ἀθέσμους· Εἰσῆλθον γὰρ, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων· νῦν δὲ οὐκ ἔστιν εἶδος ἁμαρτίας ἄπρακτον, ὃ καταλιμπάνεται. Ἀλλ', εἰ δοκεῖ, καὶ ἐφ' ἕτερα κολάσεως εἴδη τὸν λόγον ἀγάγωμεν, ἵνα ἐκ τῶν γενομένων καὶ τὰ μέλλοντα πιστευθῇ. Ἐπεδήμησέ τις ὑμῶν τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Οὐκοῦν ὑμεῖς μαρτυρήσατε τῇ ἀληθείᾳ τῶν λεγομένων. Ἀσκάλωνος γὰρ καὶ Γάζης ἀνώτερον εἰς αὐτὸ τοῦ Ἰορδάνου ποταμοῦ τὸ τέλος ἦν τις χώρα πολλή τε καὶ εὔφορος, καὶ τῷ παραδείσῳ τοῦ Θεοῦ ἁμιλλωμένη· Εἶδε γὰρ, φησὶ, Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἦν ποτιζομένη ὡς ὁ παράδεισος τοῦ Θεοῦ. Ἀλλὰ νῦν αὕτη πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα, Ἕστηκε μὲν γὰρ δένδρα, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνημα. Ἑστήκασι γὰρ ῥοιαὶ λαμπρὰν μὲν ἔχουσαι τὴν ἐπιφάνειαν, καὶ χρηστὰς παρέχουσαι τοῖς ἀγνοοῦσιν ἐλπίδας, εἰς δὲ χεῖρας ληφθεῖσαι καὶ διακλασθεῖσαι, καρπὸν μὲν οὐδένα, κόνιν δὲ καὶ τέφραν ἐπιδείκνυνται πολλὴν ἔνδον ἀποκειμένην. Τοιαύτη ἐστὶ καὶ ἡ γῆ, τοιοῦτοι καὶ οἱ λίθοι, τοιοῦτος καὶ ὁ ἀὴρ αὐτός. Πάντα ἐμπέπρησται, πάντα τετέφρωται, τῆς προλαβούσης ὀργῆς ὑπομνήματα ὄντα, τῆς μελλούσης κολάσεως προμηνύματα. Μὴ καὶ ταῦτα ἀπειλαὶ ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι ῥημάτων; Εἴ τις ἀπιστεῖ τῇ γεέννῃ, τὰ Σόδομα λογιζέσθω, τὰ Γόμοῤῥα ἐννοείτω, τὴν τιμωρίαν τὴν ἤδη γεγενημένην καὶ μέχρι νῦν μένουσαν. Ὅπερ καὶ ἡ θεία Γραφὴ διηγουμένη περὶ τῆς σοφίας φησίν· Αὕτη δίκαιον, ἐξαπολλυμένων ἀσεβῶν, ἐῤῥύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως. Αὕτη καὶ νῦν ἔτι εἰς Μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦσα τὰ φυτά. Ἀναγκαῖον δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν ταῦτα πεπόνθασιν. Ἓν ἦν τὸ πταῖσμα αὐτῶν, χαλεπὸν μὲν καὶ ἐπάρατον· πλὴν ἕν. Παισὶν ἐπεμαίνοντο, καὶ διὰ τοῦτο πυρίνῳ κατεκαύθησαν ὑετῷ· νῦν δὲ μυρία καὶ ἴσα καὶ χαλεπώτερα γίνεται, καὶ τοιοῦτος ἐμπρησμὸς οὐ γίνεται. Τίνος ἕνεκεν; Ὅτι πῦρ ἕτερον ἡτοίμασται, μηδέποτε σβεννύμενον. Πῶς γὰρ ὁ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ὀργὴν ἐπαγαγὼν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δεξάμενος, μήτε τὸν ἔνοικον δυσωπηθεὶς Λὼτ, τοσού56.289 των κακῶν γινομένων φείσεται ἡμῶν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. ηʹ. Ἀλλὰ μὴ μέχρι τούτων στῶμεν· φέρε, ἑτέρους εἰς μέσον ἀγάγωμεν κολασθέντας, ἵνα διὰ πλειόνων ἀποδείξεων πιστωθῇ τὰ λεγόμενα. Τὸν Φαραὼ πάντες ἀκούετε τὸν βασιλέα τῶν Αἰγυπτίων· οὐκοῦν οἴδατε καὶ τὴν δίκην, ἣν ἔδωκεν, ὅπως σὺν ἅρμασι καὶ ἵπποις, μετὰ τοῦ στρατοπέδου παντὸς εἰς τὸ ἐρυθραῖον κατεποντίσθη πέλαγος. Ἵνα δὲ καὶ τὰς Ἰουδαίων μάθητε κολάσεις, ἄκουε Παύλου λέγοντος· Μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες· μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· μηδὲ πειράζωμεν τὸν Κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Εἰ δὲ κἀκεῖνοι τοιαῦτα πεπόνθασιν ὑπὲρ ὧν ἥμαρτον, τί οὐ πεισόμεθα ἡμεῖς; Ἀλλὰ νῦν οὐδὲν πασχόμεθα δεινὸν, καὶ διὰ τοῦτο μάλιστα δεδοικέναι χρή. Οὐ γὰρ ἐπὶ τῷ μὴ δοῦναι δίκην, ἀλλ' ἐπὶ τῷ χείρονα δοῦναι τηρούμεθα, εἰ μὴ μεταβαλοίμεθα. Ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεισαν τὴν γέενναν, καὶ ταῖς ἐνταῦθα παρεδίδοντο τιμωρίαις· ἡμεῖς δὲ ὅσα ἂν ἁμάρτωμεν, κἂν μηδὲν ἀνιαρὸν ἐν τῷ