1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

8

Ἐπειδὴ ἔμελλον λέγειν ὡς Οὐδὲν πρὸς ἡμᾶς, εἰ οἱ πατέρες ἥμαρτον, οὐδὲ δίκαιον ὑπὲρ τῶν ἑτέρων πλημμελημάτων δίκην δοῦναι· βουλόμενος δεῖξαι, ὅτι 64.761 οὐκ ἐλάττους καὶ οὗτοι τῶν προγόνων, φησίν· Οὐ πρὸς ἐκείνους κριθήσομαι μόνον, ἀλλὰ καὶ πρὸς ὑμᾶς, καὶ οὐ πρὸς ὑμᾶς μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐκγόνους· ἵνα τὸ μέγεθος τῆς αὐτοῦ φιλανθρωπίας παραστήσῃ, ὅτι ἐπὶ τοσοῦτον ἐνέγκας τοὺς ἁμαρτάνον· τὰς οὐκ ἔπεισε μεταβάλλεσθαι τὴν γνώμην. ∆ιέλθετε εἰς νήσους Χεττιείμ. Καὶ αὐτοὶ παραγίνεσθε, καὶ δι' ἄλλων μάθετε, οὐ κωλύω. Οὐδὲν εὐηργέτηκα, οὐδὲν πεποίηκα. Πατρικῶς ὑμῖν εἰμι Θεός. Μιμήσασθε τὰ ἔθνη, οἳ τοὺς αὑτῶν οὐκ ἀφιᾶσι, καὶ ποτὲ μὲν ὄνον, καὶ βοῦν, Εἶτα ὁ πρὸς αὐτοὺς ἔλεγχος ἀπὸ παραδείγματος· ὅτι ∆ιέλθετε εἰς νήσους Χεττιείμ. Ἱστορίαν τοιαύτην φησὶν ἐνταῦθα. Χεττιεὶμ, τινὲς ἔφασαν Κυπρίους, τινὲς δὲ Χίους· Κηδὰρ δὲ ὄνομα πόλεως Σαρακηνῶν. Φασὶ δὲ ἐν μὲν τῇ Χίῳ πολυομβρίας εἶναι· ἐπιλείπειν δὲ ὑετὸν Σαρακηνοῖς. Ὡς οὖν εὐφορούσης τῆς γῆς ἐκ τοῦ ὑετοῦ, νομίζοντες οἱ τὴν Κηδὰρ οἰκοῦντες, ὡς ὅτι περ κατὰ προστασίαν τοῦ αὐτόθι Θεοῦ ὁ ὑετὸς γίνεται, τὸν ἑαυτῶν θεὸν, κατὰ μέν τινας ἐκ χρυσίου κατεσκευασμένον, κατὰ δέ τινας καὶ ἀπὸ μαργαρίτου, ἀνεκόμισαν πρὸς τοὺς Χίους, ξύλινον ἔχοντας θεὸν ἢ ὀστράκινον, ὥς τινές φασιν ἀνταλλάξασθαι βουλόμενοι. Οἱ δὲ οὐ πρὸς τὸ πολύτιμον τῆς ὕλης ἀφορῶντες, ὅλως δὲ τιμῶντες τὸν ἑαυτῶν θεὸν, οὐκ ἠλλάξαντο. Τοῦτο οὖν φησιν, ὅτι Τὰ μὲν λοιπὰ ἔθνη, τοσοῦτον τὸ σέβας ἔχουσι εἰς τὸν οἰκεῖον θεὸν, ὥστε οὐδὲ τιμίας ὕλης ἀλλάξασθαι ἐλάττονα διδόντα· ὁ δὲ λαός μου τοσαύτης τῆς παρ' ἐμοῦ κηδεμονίας ἀπολαύσας καὶ δόξης τετυχηκὼς, ὥστε καὶ παρὰ πᾶσιν ᾄδεσθαι τὰ εἰς αὐτὸν γεγενημένα θαύματα, ἐν οὐδενὸς θέμενος μέρει, τὴν μεγαλουργίαν ἐπὶ τὴν τῶν εἰδώλων ἧκε θεραπείαν, καὶ ταῦτα κέρδος ἔχων οὐδέν. Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν. Ὅτι αὐτοὺς οὐκ ἀφιᾶσιν οὕτως εὐσυνειδήτως ἔχουσι πρὸς τὴν ἁμαρτίαν. Ὁρᾷς τὰ παραδείγματα καὶ ἐξ ἁμαρτημάτων γινόμενα; Τὸ τοῦτο γὰρ δεινὸν, ἀλλ' ὅμως ἐπειδὴ ἔλαχον, καὶ ἔχουσιν. Οὐ τοῦτο προτρέπων λέγει, ἀλλὰ καὶ τούτους ἐντρέψαι βουλόμενος. Οὐκ ἀποδεχόμενος αὐτοὺς οὐδὲ θαυμάζων. Μὴ γένοιτο. Ἐκεῖνοι καὶ ἐπὶ βλάβῃ παραμένουσι τοῖς οἰκείοις· ὑμεῖς δὲ ἐπὶ βλάβῃ μεταπηδᾶτε τοῦ οἰκείου ∆εσπότου. Ἐκεῖνοι κἂν δεινόν τι δεήσῃ, οὐκ ἂν ἕλοιντο ἀφεῖναι τοὺς αὑτῶν· ὑμεῖς δὲ ὠφελούμενοι, οὐκ ἂν ἕλοισθε παραμεῖναι. Ἐξέστη ὁ οὐρανὸς καὶ ἔφριξεν ἡ γῆ. Ἐπὶ γὰρ τῶν ἀτόπων καὶ τὰ ἄψυχα λέγομεν ἐξίστασθαι ὑπερβολικῶς· τοσαύτη ἡ κακία, ὡς μὴ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ἀναίσθητα ἐκπλῆξαι, πάντα ὑπερβαίνει λόγον, πᾶσαν διανοίας δύναμιν τὸ ἁμάρτημα. Λέγει Κύριος. Τοῦτο πανταχοῦ λέγει, ἵνα μὴ νομίζῃ τις, τοῦ προφήτου τὴν κατηγορίαν εἶναι. 64.764 Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου. Πάλιν ἑαυτοῦ καλεῖ λαὸν, ὑπὸ τοῦ πόθου ἔτι καὶ τοῦ φίλτρου· ἐλεοῦντός ἐστιν, οὐχὶ κατηγοροῦντος ταῦτα, ταλανίζοντος, οὐκ ἐπεμβαίνοντος. Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς. Οὐ λέγω διὰ φιλίαν, διὰ γοῦν τὴν ζωὴν τὴν αὐτῶν· πάντα γὰρ αὐτοῖς παρέσχον τὰ ἀγαθὰ, τὸ διειδὲς τῆς διδασκαλίας, καὶ τὸ καθαρὸν καὶ ἀθόλωτον, τὸ ἀένναον. Ὄντως γὰρ τοῦτό ἐστιν ὁ Θεὸς πηγὴ ζωῆς, πάντα ἀνέβλυζεν ἐνταῦθα τὰ ἀγαθὰ, ταύτην τὴν πηγὴν οὐκ αὐτοὶ ἐποίησαν, ἀλλ' αὐτόματος, ἥντινα ἀφέντες, τίνα εἵλοντο; Καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Οὐδὲ παρ' ἑτέρων λαβόντες δοῦναι, ἐρήμους, γυμνοὺς, καὶ κενοὺς ἀγαθῶν, ἐν δίψει εἵλοντο εἶναι διηνεκῶς, μάτην ἐπόνησαν· εἰκότως οὐδὲν ἔχουσιν οἴκοθεν ἀγαθὸν, ἀλλ' οὐδὲ παρ' ἑτέρου λαβόντες, οὐδ' ἂν ἐθέλωσι δύνανται, οὐδ' ἂν ἐπιχέῃ τις κατέχουσιν ἀγαθόν τι. Μὴ δοῦλός ἐστιν Ἰσραὴλ, ἢ οἰκογενής ἐστιν; Εἶπεν ὅτι οὐ δύνανται οἱ λάκκοι· λέγει λοιπὸν τὴν ἀπόδειξιν· πόθεν γὰρ ἄλλοθεν δοῦλοι γεγόνασιν, οὐχὶ ἀπὸ τούτων; Οὐκ ἔνι εἰπεῖν, ὅτι ῥήματά ἐστι ταῦτα, μονονουχὶ