1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

εὐαγγελιστὴς, Ὡς ὁ ἥλιος, ἐπειδὴ τὸ ἄστρον τοῦτο γνώριμον ἡμῖν ἐστι, καὶ ἐν ὑπερβολῇ τῶν λοιπῶν ἄστρων ἁπάντων. Ἀλλ', ὅπερ ἔλεγον, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης. Πόρνης ἐπεθύμει ὁ Θεός; Ναὶ, πόρνης· τῆς φύσεως ἡμετέρας λέγω. Πόρνης ἐπεθύμει ὁ Θεός; Καὶ ἄνθρωπος μὲν, ἐὰν ἐπιθυμήσῃ πόρνης, καταδικάζεται, Θεὸς δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένηται πόρνος. Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται· ὥστε ἡ ἐπιθυμία τοῦ ἀνθρώπου, ἀπώλεια τῆς ἐπιθυμουμένης· ἡ δὲ ἐπιθυμία τοῦ Θεοῦ, σωτηρία τῇ ἐπιθυμουμένῃ. Ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται ὁ νυμφίος. Τί ποιεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδένα τῶν δούλων, οὐ πέμπει τὸν ἄγγελον πρὸς πόρνην, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβὶμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ' αὐτὸς παραγίνεται ὁ ἐρῶν. Πάλιν ἔρωτα ἀκούσας, μὴ αἰσθητὸν νόμιζε. Ἔκλεγε τὰ νοήματα ἀπὸ τῶν λέξεων, καθάπερ ἀρίστη μέλιττα ἐφιπταμένη τοῖς ἄνθεσι, καὶ τὸ κηρίον λαμβάνουσα, τὰς δὲ βοτάνας ἐῶσα. Ἐπεθύμησε πόρνης· καὶ τί ποιεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς τὸν οὐρανὸν ἀγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω. Ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κατέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται, καὶ οὐκ αἰσχύνεται· ἔρχεται εἰς τὴν καλύβην αὐτῆς. Ὁρᾷ αὐτὴν μεθύουσαν. Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη. οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο, ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην, καὶ γίνεται ἄνθρωπος. Καὶ πῶς γίνεται; Εἰς μήτραν κυοφορεῖται, αὔξεται κατὰ μικρὸν, καὶ ἔρχεται τὴν ὁδὸν τῆς ἡλικίας τῆς ἐμῆς. Τίς; Ἡ οἰκονομία, οὐχ ἡ θεότης· ἡ τοῦ δούλου μορφὴ, οὐχ ἡ τοῦ ∆εσπότου· ἡ σὰρξ ἡ ἐμὴ, οὐχ ἡ οὐσία ἐκεί 52.406 νου· αὔξεται κατὰ μικρὸν, καὶ μίγνυται ἀνθρώποις, καίτοι εὑρίσκει αὐτὴν ἑλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην· καὶ τί ποιεῖ; Προσέρχεται αὐτῇ. Εἶδεν ἐκείνη καὶ ἔφυγε. Καλεῖ μάγους. Τί φοβεῖσθε; Οὐκ εἰμὶ κριτὴς, ἀλλ' ἰατρός· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Καλεῖ εὐθέως μάγους. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Αἱ ἀπαρχαὶ εὐθέως μάγοι. Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ ἐσπαργάνωται ὁ πάντα περιέπων. Κεῖται ὁ ναὸς, καὶ ἐνοικεῖ ὁ Θεός. Καὶ ἔρχονται μάγοι, καὶ προσκυνοῦσιν εὐθέως· ἔρχεται τελώνης, καὶ γίνεται εὐαγγελιστής· ἔρχεται πόρνη, καὶ γίνεται παρθένος· ἔρχεται Χαναναία, καὶ ἀπολαύει φιλανθρωπίας. Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τί ποιεῖ; Λαμβάνει αὐτὴν, ἁρμόζεται αὐτήν. Καὶ τί αὐτῇ δίδωσι; ∆ακτύλιον. Ποῖον; Τὸ Πνεῦμα τὸ ἅγιον. Λέγει Παῦλος· Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν Θεὸς, ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Πνεῦμα αὐτῇ δίδωσιν. Εἶτά φησιν· Οὐκ εἰς παράδεισόν σε ἐφύτευσα; Λέγει· Ναί. Καὶ πῶς ἐξέπεσες ἐκεῖθεν; Ἦλθεν ὁ διάβολος, καὶ ἔλαβέ με ἀπὸ τοῦ παραδείσου. Ἐφυτεύθης ἐν τῷ παραδείσῳ, καὶ ἔβαλέ σε ἔξω· ἰδοὺ φυτεύω σε ἐν ἐμαυτῷ, ἐγώ σε βαστάζω. Πῶς; Οὐ τολμᾷ ἐμοὶ προσελθεῖν. Οὐδὲ εἰς τὸν οὐρανόν σε ἀνάγω· ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ οὐρανοῦ· ἐν ἐμαυτῷ τῷ ∆εσπότῃ τοῦ οὐρανοῦ βαστάζω σε. Ποιμὴν βαστάζει, καὶ ὁ λύκος οὐκέτι ἔρχεται· μᾶλλον δὲ ἀφῶ αὐτὸν καὶ προσελθεῖν. Καὶ βαστάζει τὴν ἡμετέραν φύσιν· καὶ προσέρχεται ὁ διάβολος, καὶ ἡττᾶται. Ἐφύτευσά σε ἐν ἐμαυτῷ. ∆ιὰ τοῦτο λέγει, Ἐγὼ ἡ ῥίζα, ὑμεῖς τὰ κλήματα· καὶ ἐφύτευσεν αὐτὴν ἐν ἑαυτῷ. Καὶ τί λοιπόν; Ἀλλὰ ἁμαρτωλός εἰμι, φησὶ, καὶ ἀκάθαρτος. Μή σοι μελέτω, ἰατρός εἰμι. Οἶδα τὸ σκεῦος τὸ ἐμὸν, οἶδα πῶς διεστράφη. Πήλινον ἦν πρὸ τούτου, καὶ διεστράφη.