1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

8

διόρθωσιν εἰσάγει; Ἔθος τῷ Θεῷ, καὶ ἡνίκα ἂν ἀπειλῇ, ἀπαγορεύειν τὴν σωτηρίαν, ὥστε αὐξῆσαι τὸν φόβον καὶ μὴ ἐνταῦθα καταλύειν τὸν λόγον, ὥστε χρηστὰς ὑποτεῖναι τὰς ἐλπίδας καὶ ταύτῃ πάλιν εἰς μετάνοιαν ἐπανάγειν. Καὶ τοῦτο πανταχοῦ γινόμενον ἴδοι τις ἄν. Ἐπὶ μέντοι τῶν Νινευϊτῶν οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων αὐτὸ πεποίηκεν. Ἐν γὰρ τοῖς λόγοις οὐδὲν χρηστὸν ὑποσχόμενος, ἀλλὰ γυμνὴν ἐπὶ τῆς ἀπειλῆς κεῖσθαι τὴν τιμωρίαν ἀφείς, ἐπειδὴ τὰ παρ' ἑαυτῶν ἐπεδείξαντο πάντες οἱ βάρβαροι, ταχέως ἔλυσε τὴν ὀργήν. Οὕτω καὶ ἐν τῷ ψαλμῷ πάλιν ὁ ∆αυΐδ· ἔφθην γὰρ εἰπών, ὅτι ὅλως δι' ὅλου τῷ προοιμίῳ τοῦτο προσέοικεν· καὶ ὥσπερ οὗτός φησι· Λούσασθε, καθαροὶ γίνεσθε, μετὰ τὰς ἀπειλάς· οὕτω καὶ ἐκεῖνος μετὰ τὸ εἰπεῖν· Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου, ἐπήγαγε· Θυσία αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτοῖς τὸ σωτήριον τοῦ Θεοῦ μου· αἴνεσιν λέγων τὴν διὰ τῶν ἔργων δοξολογίαν καὶ τὴν ἐπίγνωσιν τὴν εἰς αὐτόν. Ἵνα δέ, Λούσασθε, καθαροὶ γίνεσθε, ἀκούσαντες, μὴ τοὺς εἰωθότας νομίσωσι καθαρμούς, ἐπήγαγεν· Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Τὸ τῆς ἀρετῆς εὔκολον ἔδειξε καὶ τὴν τῆς ἐξουσίας ἐλευθερίαν, ὅτι ἐν αὐτοῖς ἦν τὸ μεταβαλέσθαι. Μάθετε καλὸν ποιεῖν. Οὕτως ὑπὸ τῆς πολλῆς πονηρίας καὶ τὴν ἐπιστήμην τῆς ἀρετῆς ἦσαν ἐκβεβληκότες. Οὕτω καὶ ὁ προφήτης ∆αυΐδ φησι· ∆εῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Πασῶν γὰρ ἐπιστημῶν αὕτη ἀνωτέρα καὶ πλείονος δεομένη σπουδῆς, ὅσῳ καὶ πλείονα ἔχει τὰ διακωλύοντα, φύσεως τυραννίδα καὶ προαιρέσεως ῥᾳθυμίαν καὶ δαιμόνων ἐπιβουλὰς καὶ πραγμάτων ὄχλον. Οὕτω δὴ καὶ ὁ Βαρούχ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης. Ἐκζητήσατε κρίσιν. Τουτέστιν, τὸ ἐκδικεῖν τοὺς ἀδικουμένους, ὅπερ πολλοῦ πόνου δεῖται καὶ νηφούσης ψυχῆς. ∆ιὸ καὶ Ἐκζητήσατε εἶπε. Πολλὰ γάρ ἐστι τὰ συσκιάζοντα τὸ δίκαιον, καὶ δωροδοκία καὶ ἄγνοια καὶ δυναστεία καὶ αἰδὼς καὶ φόβος καὶ θεραπεία προσώπων· καὶ δεῖ πολλῆς τῆς ἀγρυπνίας. Ῥύσασθε ἀδικούμενον. Τοῦτο πλέον τοῦ προτέρου· οὐ γὰρ ἀπαιτεῖ τὸ ψηφίζεσθαι τὰ δίκαια, ἀλλὰ καὶ τὸ εἰς πέρας ἄγειν. Κρίνατε ὀρφανὸν καὶ δικαιώσατε χήραν. Πολὺς τῷ Θεῷ λόγος τοῦ μηδένα πάσχειν κακῶς, πλείων δέ, ὅταν μετὰ τοῦ πάσχειν κακῶς καὶ ἑτέρᾳ τινὲς ὦσιν ἐνδεδυμένοι συμφορᾷ. Ἡ γὰρ χηρεία καὶ ὀρφανία καὶ καθ' ἑαυτὸ ἀφόρητον· ὅταν δὲ καὶ παρ' ἑτέρων ἐπηρεάζωνται, διπλοῦν τὸ ναυάγιον. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Παρατηρητέον ὅτι πανταχοῦ τῶν προφητῶν οὐδὲν οὕτως ὁ Θεὸς ἐπιζητεῖ, ὡς τὸ τοῖς ἀδικουμένοις ἐπαμύνειν. Οὕτω γοῦν καὶ ἀλλαχοῦ, ὡς ἐν τῷ Μιχαίᾳ λεγόντων τῶν Ἰουδαίων· Εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου, ἐπήγαγε λέγων· Ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾷν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαί σε ὀπίσω Κυρίου τοῦ Θεοῦ σου. Καὶ πάλιν ὁ προφήτης ∆αυῒδ ἔλεγεν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καὶ δεῦτε δή. Πρότερον τοῖς δικαιώμασιν ὁπλίσας, τότε ἐπὶ τὸ δικαστήριον ἕλκει καὶ διδάξας ὅπως ἂν ἀποδύσαιντο τὰ ἐγκλήματα, τότε ἀπαιτεῖ τὰς εὐθύνας, ἵνα μὴ γυμνοὺς αὐτοὺς τῆς ἀπολογίας λαβὼν κατακρίνῃ. Καὶ διελεγχθῶμεν. ∆ικασώμεθα, φησίν. Ὁ δικαζόμενος συνήγορος γίνεται καὶ ἰατρός. Εἶτα δεικνύς, ὅτι κἂν μεγάλα ἐργασώμεθα, ἔτι τῆς αὐτοῦ δεόμεθα φιλανθρωφίας εἰς τὸ τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι, φησίν· Ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· τὰς ἐκ διαμέτρου ποιότητας ἐναντίας λαβὼν καὶ ὑποσχόμενος πρὸς τὸ ἐναντίον μεταστήσειν αὐτός. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Πολλὴ τῆς τῶν χηρῶν προστασίας ἡ δύναμις, εἴ γε τὴν οὕτω καταρρυπωθεῖσαν ψυχήν, ὡς καὶ αὐτοβαφὴν δέξασθαι πονηρίας, μὴ μόνον ἀπαλλάττει τῆς κακίας, ἀλλὰ καὶ λαμπρὰν οὕτως ἐργάζοιτο. Καὶ ἐὰν θέλητε καὶ