1

 2

 3

 4

 5

 6

 7

 8

8

οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ' αὐτῶν αἰσχύνην δεδοίκαμεν· διὰ τοῦτο ἐν οἷς δεδοίκαμεν, ἐπὶ τούτων διδόαμεν τὴν τιμωρίαν. Ὁ γὰρ ἐπαισχυνόμενος ἀνθρώπῳ ἀποκαλύψαι τὰ ἁμαρτήματα, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαι, μηδὲ θέλων ὁμολογῆσαι, καὶ μετανοῆσαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δύο, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώ σης παραδειγματίζεται. ∆ιαλεχθῶμεν οὖν τῷ Χριστῷ· καὶ γὰρ καὶ νῦν μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προφη τῶν, καὶ διὰ τῶν ἀποστόλων ἡμῖν φθεγγόμενος. Ἀκούσωμεν τοίνυν, καὶ πεισθῶμεν αὐτῷ. Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην; Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν, ἀπελευσόμεθα δίκην δώσοντες τὴν ἐσχάτην τῆς ἀκαίρου δαπάνης. ∆ιὰ τοῦτο γὰρ ἤγαγεν ἡμᾶς ὁ Θεὸς εἰς τὸν παρόντα βίον, καὶ ψυχὴν ἐνέπνευσε λογικὴν, οὐχ ἵνα τῷ παρόντι βίῳ χρησώμεθα μόνον, ἀλλ' ἵνα πρὸς τὴν μέλλουσαν ζωὴν πάντες πραγματευσώμεθα. Τὰ γὰρ ἄλογα μόνῳ τῷ παρόντι χρήσιμα βίῳ· ἡμεῖς διὰ τοῦτο ψυχὴν ἀθάνατον ἔχομεν, ἵνα πρὸς τὴν ἐκεῖ ζωὴν πάντα πράξωμεν, ἵνα ἐκεῖ λάμψωμεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν, ἵνα τῷ βασιλεῖ παριστώμεθα διὰ παντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀκηράτοις. ∆ιὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα ἔσται πάλιν. Ἐὰν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον, ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον, ὅταν ἐκεῖ- νος τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν αὐτῶν ἀνταλλάσσῃ.

∆ιὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων ἀποστερεῖς σεαυτὸν καλῶν. Ἀλλὰ μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης· ἀλλ' εὐαρεστήσαντας ἡμᾶς τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.