1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

8

Ἐγέννησα· ὥστε μάλιστα αὐτὸν φιλεῖν εἰκὸς, ὅτι ἐν πειρασμοῖς αὐτὸν ἔτεκεν. Ὅτι γὰρ περὶ ἐκεῖνα τὰ παιδία μάλιστα ἐκκαιόμεθα, δῆλον, ὅταν κινδύνους διαφύγωμεν, καὶ ἐν αὐτοῖς τέκωμεν· ὡς ὅταν λέγῃ ἡ Γραφὴ, Οὐαιβαροχαβήλ· καὶ πάλιν ὅταν καλῇ τὸν Βενιαμὶν ἡ Ῥαχὴλ, Υἱὸν, φησὶν, ὀδύνης μου. Σὺ δὲ αὐτὸν, φησὶ, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ.

∆είκνυσιν αὐτοῦ τὴν ἀγάπην τὴν πολλήν. Οὐκ εἶπεν, Ἀπόδεξαι, οὐκ εἶπε, Μὴ ὀργισθῇς, ἀλλὰ, Προσλαβοῦ· τουτέστιν, οὐχὶ συγγνώμης μόνον, ἀλλὰ καὶ τιμῆς ἐστιν ἄξιος. ∆ιὰ τί; Τέκνον Παύλου γέγονεν. Ὃν ἐγὼ ἐβουλόμην ὑπὲρ σοῦ κατέχειν, ἵνα διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου. Ὁρᾷς, πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιμήν; Καὶ ὅρα καὶ τοῦτο μεθ' ὅσης σοφίας· ὅρα κἀκεῖνον πόσου ὑπεύθυνον ποιεῖ, καὶ τοῦτον πῶς τιμᾷ. Εὗρες, φησὶν, ὅπως ἀποδῷς τὴν πρὸς ἐμὲ λειτουργίαν δι' αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι τὸ αὑτοῦ μᾶλλον ἐσκόπησεν, ἢ τὸ τοῦ παιδὸς, ὅτι σφόδρα αὐτὸν αἰδεῖται. Χωρὶς δὲ τῆς σῆς γνώμης, φησὶν, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ' ἀνάγκην τὸ ἀγαθὸν ᾖ σου, ἀλλὰ κατὰ ἑκούσιον. Τοῦτο μάλιστα χαυνοῖ τὸν ἀξιούμενον, ὅταν καὶ, πράγματος ὄντος χρησίμου, μετὰ τῆς ἐκείνου γνώμης τίκτηται. ∆ύο γὰρ ἀγαθὰ ἐντεῦθεν γίνεται, 62.711 κἀκεῖνος κερδαίνει, καὶ οὗτος ἀσφαλέστερος καθίσταται. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ κατὰ ἀνάγκην, ἀλλ', Ὡς κατὰ ἀνάγκην. Ἤδειν μὲν γὰρ, φησὶν, ὅτι καὶ μὴ μαθὼν, ἀλλὰ ἀθρόον γνοὺς, οὐκ ἂν ἠγανάκτησας, ἀλλ' ὅμως ἐκ πλείονος περιουσίας, ἵνα μὴ ὡς κατὰ ἀνάγκην. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, μηκέτι ὡς δοῦλον. Καλῶς τὸ, Τάχα, ἵνα εἴξῃ ὁ δεσπότης. Ἐπειδὴ γὰρ ἀπὸ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ διεστραμμένης διανοίας, καὶ οὐκ ἀπὸ προαιρέσεως, λέγει, Τάχα. Καὶ οὐκ εἶπε, ∆ιὰ τοῦτο ἔφυγεν, ἀλλὰ, ∆ιὰ τοῦτο ἐχωρίσθη, εὐφημοτέρῳ ὀνόματι μᾶλλον πραΰνων. Καὶ οὐκ εἶπεν, Ἐχώρισεν ἑαυτὸν, ἀλλ', Ἐχωρίσθη· οὐ γὰρ αὐτοῦ τὸ κατασκεύασμα τὸ ἐπὶ τούτῳ ἀναχωρῆσαι, οὐδὲ ἐπ' ἐκείνῳ. Ὅπερ καὶ Ἰωσὴφ ἀπολογούμενος ὑπὲρ τῶν ἀδελφῶν φησὶν, ὅτι Ὁ Θεὸς ἀπέστειλέ με ἐνταῦθα· τουτέστι, τῇ κακουργίᾳ αὐτῶν εἰς δέον ἐχρήσατο. ∆ιὰ τοῦτο ἐχωρίσθη, φησὶ, πρὸς ὥραν.

Καὶ τὸν χρόνον συστέλλει, καὶ τὸ ἁμάρτημα ὁμολογεῖ, καὶ τρέπει τὸ πᾶν εἰς οἰκονομίαν. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, οὐκ ἐν τῷ παρόντι μόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἵνα διαπαντὸς ἔχῃς αὐτὸν, οὐκέτι δοῦλον, ἀλλὰ τιμιώτερον δούλου· δοῦλον γὰρ μένοντα εὐνοϊκώτερον ἕξεις ἀδελφοῦ. Ὥστε καὶ τῷ χρόνῳ κεκέρδακας καὶ τῇ ποιότητι· λοιπὸν γὰρ οὐκ ἀποπηδήσει. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, ἀντὶ τοῦ, Ἀπολάβῃς. Οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί. ∆οῦλον ἀπόλεσας πρὸς ὀλίγον, καὶ ἀδελφὸν εὑρήσεις εἰς τὸ διηνεκὲς, ἀδελφὸν οὐ σὸν μόνον, ἀλλὰ καὶ ἐμόν. Ἐνταῦθα καὶ ἡ ἀρετὴ πολλή. Εἰ δὲ ἐμὸς ἀδελφὸς, οὐκ ἐπαισχυνθήσῃ καὶ σύ. ∆ιὰ μὲν οὖν τοῦ τέκνου τὴν στοργὴν ἔδειξε, διὰ δὲ τοῦ ἀδελφοῦ τὴν εὔνοιαν τὴν πολλὴν καὶ τὴν ἰσοτιμίαν.

γʹ. Ταῦτα οὐχ ἁπλῶς ἀναγέγραπται, ἀλλ' ἵνα μὴ ἀπογινώσκωμεν τῶν

οἰκετῶν οἱ δεσπόται, μηδὲ σφόδρα αὐτοῖς ἐπιτιθώμεθα, ἀλλὰ μάθωμεν συγχωρεῖν τὰ ἁμαρτήματα τοῖς οἰκέταις τοῖς τοιούτοις, ἵνα μὴ ἀεὶ τραχεῖς ὦμεν, ἵνα μὴ ἀπὸ τῆς δουλείας ἐπαισχυνώμεθα καὶ κοινωνοὺς αὐτοὺς ἐν πᾶσι λαμβάνειν, ὅταν ὦσιν ἀγαθοί. Εἰ γὰρ Παῦλος οὐκ ἐπῃσχύνθη καὶ τέκνον καλέσαι, καὶ σπλάγχνον, καὶ ἀδελφὸν, καὶ ἀγαπητὸν, πῶς ἂν ἡμεῖς ἐπαισχυνθῶμεν; Καὶ τί λέγω, Παῦλος; ὁ Παύλου ∆εσπότης οὐκ ἐπαισχύνεται τοὺς ἡμετέρους δούλους ἀδελφοὺς αὑτοῦ καλεῖν, καὶ ἡμεῖς ἐπαισχυνούμεθα; Ὅρα, πῶς ἡμᾶς τιμᾷ· ἀδελφοὺς ἑαυτοῦ καλεῖ τοὺς ἡμετέρους δούλους, καὶ φίλους, καὶ συγκληρονόμους. Ἰδοὺ ποῦ κατέβη. Τί οὖν