1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

8

εἰς Χριστὸν ὁμολογίας ἐπιδείξασθαι· ἀλλὰ θείας ὄντως δυνάμεως ἔργον ἦν ἡ μετάστασις αὕτη καὶ ἡ μετα βολή. ιαʹ. Ὅπερ οὖν καὶ ὁ Παῦλος, ἐπιθυμῶν αὐτῶν τὴν προστασίαν λαβεῖν, πρὸς τὸν Ἰησοῦν προεβάλλετο λέγων· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυ λακίζων, καὶ δέρων τοὺς πιστεύοντας εἰς τὸ ὄνομά σου· καὶ ὅτε ἐξεχύνετο τὸ αἷμα Στεφάνου, τοῦ μάρτυρός σου, ἐγὼ ἤμην συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Καὶ ἡ πολλὴ μανία τὴν ἀθρόον γεγενημένην ἐγγυᾶται μεταβολὴν, ὡς οὐκ ἔστιν ἀν θρωπίνη τις, ἀλλ' ἄνωθεν, καὶ ἐκ τῶν οὐρανῶν ἔλαβε τὴν ἀρχήν. Τί οὖν ὁ Χριστός; Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. Ταῦτ' οὖν οὐχ ἱκανὰ, φησὶ, 51.381 πεῖσαι καὶ τοὺς σφόδρα ἀναισθητοῦντας, ὅτι οὐκ ἔστιν ἀνθρώπινον τοῦτο τὸ κήρυγμα, ἀλλ' ὑπὲρ φύ σιν ἀνθρωπίνην ἅπαντα τὰ γεγενημένα, καὶ Θεὸς ὄν τως ἐστὶν ὁ μεταθεὶς καὶ μεταβαλών; Ἱκανὰ μὲν οὖν, ὦ μακάριε Παῦλε, ἂν αὐτὴν τῶν πραγμάτων ἐξετάσῃς τὴν φύσιν· ἀλλ' Ἰουδαῖοι πάντων εἰσὶν ἀγνωμονέστεροι· οὐ φύσιν πραγμάτων ἐξετάζοντες, οὐ τὸ εἰκὸς καὶ τὸ εὔλογον καὶ τὸ ἀναγκαῖον σκο ποῦντες, ἀλλ' εἰς ἓν μόνον βλέποντες, ὅπως τὴν φιλονεικίαν τὴν ἑαυτῶν ἐμπλήσωσι. Καὶ σὺ μὲν πρὸς τὴν τῶν πραγμάτων ἀκολουθίαν βλέπεις· ὁ δὲ Θεὸς τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν οἶδε. ∆ιὰ τοῦτό φησι, Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε, ὥστε καὶ τῷ διαστήματι παραμυθήσασθαι τὸ μῖσος. ∆ιὰ τοῦτο τοῖς μὲν ἄλλοις ἅπασι γράφων, τὸ ὄνομα αὐτοῦ προστίθησιν ἐν τῷ προοιμίῳ τῶν ἐπιστολῶν, Ἑβραίοις δὲ ἐπιστέλλων, οὐδὲν τοιοῦτον ἐποίησεν, ἀλλ' ἁπλῶς, οὐκ εἰπὼν τίς ἦν, ἢ πρὸς τίνας, ὥσπερ ἔθος εἶχε ποιεῖν, οὕτω πως ἤρξατο· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν Καὶ τοῦτο δὴ τῆς τοῦ Παύλου σο φίας. Ἵνα γὰρ μὴ μετασχῇ τοῦ μίσους τὰ γράμματα, καθάπερ προσωπείῳ τινὶ, τῇ τοῦ ὀνόματος ἀφαιρέσει κρύψας ἑαυτὸν, οὕτως αὐτοῖς λανθανόντως τὸ τῆς παραινέσεως ἐπιτίθησι φάρμακον. Ὅταν γὰρ πρός τινα ἀηδῶς ἔχωμεν, κἂν ὑγιές τι λέγῃ, οὐ προθύμως, οὐδὲ μεθ' ἡδονῆς δεχόμεθα τὰ λεγόμενα· ὅπερ οὖν, ἵνα μὴ καὶ τότε συμβῇ, ἀφεῖλε τὴν ἰδίαν προσηγο ρίαν τῆς ἐπιστολῆς, ὥστε μηδὲν τοῦτο γενέσθαι κώλυμα τῇ τῆς ἐπιστολῆς ἀκροάσει. Οὐδὲ γὰρ οἱ ἄπιστοι μόνον Ἰουδαῖοι, ἀλλὰ καὶ οἱ πιστεύσαντες αὐτοὶ ἐμίσουν αὐτὸν καὶ ἀπεστρέφοντο. Ὅτε γοῦν ἀνῆλθεν εἰς Ἱεροσόλυμα, ἄκουσον τί φησι πρὸς αὐτὸν ὁ Ἰάκωβος, καὶ οἱ λοιποὶ ἅπαντες· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυ θότων· καὶ οὗτοι πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι, καὶ κατήχηνται περὶ σοῦ, ὅτι ἀπο στασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. ∆ιὰ τοῦτο αὐ τὸν μάλιστα ἐμίσουν καὶ ἀπεστρέφοντο. ιβʹ. Ἡ μὲν οὖν αἰτία, δι' ἣν οὐκ ἐπιστεύθη τοὺς Ἰουδαίους, ἀλλὰ τοὺς ἐξ ἐθνῶν, ἐστὶν αὕτη. Πιστευθεὶς δὲ λοιπὸν ἐκείνους, οὐχ ὁμοίως τῷ Πέτρῳ, οὐδὲ διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς τὴν πίστιν αὐτοὺς ἐνῆγεν, ἀλλὰ δι' ἑτέρας. Ἑτέρας δὲ ὅταν ἀκούσῃς, μὴ διαφορὰν ἐν τῷ κηρύγματι νομίσῃς εἶναι. Τὰ γὰρ αὐτὰ ἀμφότε ροι καὶ Ἰουδαίοις καὶ Ἕλλησιν ἐκήρυττον· οἷον, ὅτι Θεὸς ὁ Χριστὸς, ὅτι ἐσταυρώθη καὶ ἐτάφη, καὶ ἀνέστη, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ὅτι μέλλει κρίνειν ζῶντας καὶ νεκροὺς, καὶ ὅσα τοιαῦτα ἦν, ὁμοίως καὶ Παῦλος καὶ Πέτρος ἐκήρυττον. Ἐν τίσιν οὖν ἦν ἡ διαφορά; Ἐν τῇ παρατηρήσει τῶν βρωμάτων, ἐν τῇ περιτομῇ, ἐν τοῖς ἄλλοις τοῖς Ἰουδαϊκοῖς ἔθεσιν. Ὁ μὲν γὰρ Πέτρος οὐκ ἐτόλμα τοῖς ἑαυτοῦ μαθηταῖς φανερῶς λέγειν καὶ διαῤῥήδην, ὅτι δεῖ τούτων ἀπο στῆναι καθάπαξ. Ἐδεδοίκει γὰρ, μήποτε πρὸ καιροῦ τὴν συνήθειαν