8
ἄφατον ἐμβαλὼν κόλασιν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον τοῦ διὰ τοῦτο τρέφοντος, ἵνα σωρεύσῃ πυρὸς ἄνθρακας ἐπὶ τὴν τοῦ 51.181 τρεφομένου κεφαλήν; Ἡ μὲν οὖν ἀντίθεσις αὕτη· δεῖ δὲ λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν, ἵνα δι' αὐτῶν τούτων τῶν δοκούντων ἐπιλαμβάνεσθαι τῶν τοῦ νόμου γραμμάτων ἴδῃς ἀκριβῶς τοῦ νομοθέτου τὴν σοφίαν ἅπασαν. Τίς οὖν ἐστιν ἡ λύσις; Συνεῖδε τοῦτο καλῶς ὁ μέγας καὶ γενναῖος ἀνὴρ ἐκεῖνος, ὅτι βαρὺ καὶ χαλεπὸν πρᾶγμα, ἐχθρῷ καταλλαγῆναι ταχέως· βαρὺ δὲ καὶ χαλεπὸν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Αὐτὸς δὲ οὐχὶ καταλλαγῆναι μόνον ἐκέλευσεν, ἀλλὰ καὶ θρέψαι, ὃ πολὺ τοῦ προτέρου βαρύτερον ἦν. Εἰ γὰρ βλέποντες μόνον τοὺς λελυπηκότας τινὲς ἐκθηριοῦνται, πῶς ἂν εἵλοντο θρέψαι πεινῶντας; Καὶ τί λέγω, βλέποντες; Ἂν μνησθῇ τις αὐτῶν, καὶ τὴν προσηγορίαν εἰς μέσον ἐνέγκῃ μόνον, ἀνανεοῖ τὴν πληγὴν τῆς διανοίας ἡμῖν, καὶ μείζω ποιεῖ τὴν φλεγμονήν. Ταῦτ' οὖν ἅπαντα συνιδὼν ὁ Παῦλος, καὶ βουλόμενος τὸ δυσκατόρθωτον τοῦτο καὶ χαλεπὸν εὔκολον ποιῆσαι καὶ ῥᾴδιον, καὶ πεῖσαι τὸν μηδὲ ἰδεῖν ἀνεχόμενον τὸν ἐχθρὸν εἰς εὐεργεσίαν τὴν ἐκείνου γενέσθαι, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, ἵν' ἐλπίδι τῆς τιμωρίας προτραπεὶς, ἐπιδράμῃ τῇ τοῦ λελυπηκότος εὐεργεσίᾳ. Καὶ καθάπερ ὁ ἁλιεὺς πάντοθεν τὸ ἄγκιστρον περιστέλλων τῷ δελέατι, προστίθησι τοῖς ἰχθύσιν, ἵνα προσδραμὼν τῇ συνήθει τροφῇ, δι' ἐκείνης ἁλῷ καὶ κατασχεθῇ ῥᾳδίως· οὕτω δὴ καὶ ὁ Παῦλος, βουλόμενος εἰς τὴν εὐεργεσίαν ἐμβιβάσαι τοῦ ἠδικηκότος τὸν ἠδικημένον, οὐ γυμνὸν προστίθησι τὸ τῆς φιλοσοφίας ἄγκιστρον, ἀλλ' ὥσπερ τινὶ δελέατι, τοῖς ἄνθραξι τοῦ πυρὸς περιστείλας, καλεῖ μὲν τὸν ἐπηρεασθέντα τῇ τῆς κολάσεως ἐλπίδι πρὸς τὴν εὐεργεσίαν τοῦ λελυπηκότος· ἐλθόντα δὲ αὐτὸν κατέχει λοιπὸν καὶ οὐκ ἀφίησιν ἀποπηδῆσαι, αὐτῆς τοῦ πράγματος τῆς φύσεως προσηλούσης αὐτὸν τῷ ἐχθρῷ· καὶ μονονουχὶ λέγει πρὸς αὐτόν· Οὐ βούλει δι' εὐλάβειαν τρέφειν τὸν ἠδικηκότα; διὰ γοῦν τὴν ἐλπίδα τῆς κολάσεως θρέψον. Οἶδε γὰρ, ὅτι ἐὰν ἅψηται τῆς εἰς αὐτὸν εὐεργεσίας, ἀρχὴ λοιπὸν αὐτῷ καὶ ὁδὸς γίνεται τῆς καταλλαγῆς. Οὐδεὶς γὰρ, οὐδεὶς τὸν ψωμιζόμενον ὑπ' αὐτοῦ καὶ ποτιζόμενον διηνεκῶς ἀνάσχοιτο ἔχειν ἐχθρὸν, εἰ καὶ παρὰ τὴν ἀρχὴν ἐλπίδι τιμωρίας τοῦτο ποιεῖ. Ὁ γὰρ χρόνος προϊὼν χαλᾷ καὶ τῆς ὀργῆς τὸν τόνον. Ὥσπερ οὖν ὁ ἁλιεὺς, εἰ γυμνὸν τὸ θήρατρον προσέθηκεν, οὐκ ἂν ἐπεσπάσατο τὸν ἰχθὺν, νυνὶ δὲ περιστείλας αὐτὸ, λανθανόντως ἐνίησι τῷ στόματι τοῦ προσιόντος ζώου τὸ ἄγκιστρον· οὕτω καὶ ὁ Παῦλος, εἰ μὴ προέτεινε τὴν προσδοκίαν τῆς κολάσεως, οὐκ ἂν ἔπεισε τοὺς ἠδικημένους ἅψασθαι τῆς τῶν λελυπηκότων εὐεργεσίας. Βουλόμενος οὖν ἀποπηδῶντας αὐτοὺς, καὶ δυσχεραίνοντας, καὶ ναρκῶντας καὶ πρὸς αὐτὴν τὴν τῶν ἐχθρῶν ὄψιν, πεῖσαι τὰ μέγιστα αὐτοὺς εὐεργετεῖν, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, οὐχ ἵνα ἐκείνους ἐμβάλλῃ εἰς ἀπαραίτητον κόλασιν, ἀλλ' ἵνα τοὺς ἠδικημένους πείσας ἐν τῇ προσδοκίᾳ τῆς κολάσεως εὐεργετεῖν τοὺς ἐχθροὺς, τῷ χρόνῳ λοιπὸν πείσῃ καὶ πᾶσαν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν. ςʹ. Καὶ τὸν μὲν ἠδικημένον οὕτω παρεμυθήσατο· ὅρα δὲ καὶ τὸν ἠδικηκότα πῶς συνάπτει τῷ παρωργι 51.182 σμένῳ πάλιν. Πρῶτον μὲν τῷ τῆς εὐεργεσίας τρόπῳ· οὐδεὶς γάρ ἐστιν οὕτως ἄθλιος καὶ ἀναίσθητος, ὃς ποτιζόμενος, καὶ ψωμιζόμενος, μὴ γενέσθαι βούλοιτο δοῦλος καὶ φίλος τῷ ταῦτα αὐτῷ ἐργαζομένῳ· δεύτερον δὲ τῷ φόβῳ τῆς τιμωρίας. ∆οκεῖ μὲν γὰρ πρὸς τὸν ψωμίζοντα ἀποτείνεσθαι, λέγων· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· μάλιστα δὲ τοῦ λελυπηκότος καθάπτεται, ἵνα τῷ φόβῳ τῆς κολάσεως ταύτης μὴ μένῃ διαπαντὸς ἐχθρὸς ὢν, ἀλλ'