8
συνειδὸς, τὰ ἁμαρτήματα, τοὺς δαίμονας ἅπαντας. Οὐδείς με, φησὶν, ἐκείνων ἐκίνησε κατὰ σοῦ, οὐδὲ ἐνόμισά σε ἀνάξιον τῶν ἀγώνων τῶν ἐμῶν, ἀλλ' ἐδεξάμην εἰς τὰ παλαίσματα, οὐκ ἀπὸ τῆς ἀξίας τῆς σῆς, ἀλλ' ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας. Μένε τοίνυν καὶ ἀγωνίζου, κἂν τρέχειν δέῃ, κἂν πυκτεύειν, κἂν παγκρατιάζειν· μὴ ἀδήλως, μηδὲ ἁπλῶς, μηδὲ εἰκῆ. Ἄκουσον τί ἐποίησεν ὁ Παῦλος· Εὐθέως ἀπὸ τῶν ναμάτων ἀναβὰς, αὐτίκα ἀπὸ τοῦ βαπτίσματος ἠγωνίζετο, ἐκήρυττεν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ συνέχυνε τοὺς Ἰουδαίους ἀπὸ πρώτης. Ἀλλ' οὐ δύνασαι κηρῦξαι σὺ, οὐδὲ ἔχεις διδασκαλικὸν λόγον; Οὐκοῦν δίδαξον διὰ τῶν ἔργων καὶ τῆς πολιτείας, διὰ τῆς λαμπρότητος τῶν πράξεων. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ δύνασαι συγχέειν Ἰουδαίους διὰ τῆς φωνῆς; Ποίησον αὐτοὺς συγχυθῆναι διὰ τῆς πολιτείας, ποίησον καὶ Ἕλληνας θορυβηθῆναι διὰ τῆς μεταβολῆς. Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠμελημένον, τὸν διεφθαρμένον, ἀθρόον μεταβεβλημένον, καὶ μετὰ τῆς μεταβολῆς τῆς κατὰ τὴν χάριν, μεταβολὴν τὴν κατὰ τὴν πολιτείαν ἐνδεικνύμενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι; Συγκεχυμένων γὰρ ταῦτα τὰ ῥήματα, ἀμφιβάλλειν περὶ τοῦ γνωρίμου, διαστασιάζειν πρὸς ἑαυτοὺς, τῷ οἰκείῳ συνειδότι μὴ πιστεύειν, μηδὲ τοῖς ἑαυτῶν ὀφθαλμοῖς. Ἀπέβαλεν ἐκεῖνος τὴν σωματικὴν πήρωσιν, ἀπέβαλες σὺ τὴν ψυχικὴν πήρωσιν· ἀνέβλεψεν ἐκεῖνος εἰς τὸν ἥλιον τοῦτον, ἀνάβλεψον σὺ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης. Ἐπέγνως τὸν ∆εσπότην· ἄξια τοίνυν πρᾶξον τῆς ἐπιγνώσεως· ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν
ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πολιτεία
σημείων.
αʹ. ∆ιὰ χρόνου πρὸς τὴν μητέρα ἡμῶν ἐπανήλθομεν πάλιν, τὴν ποθεινὴν καὶ ἐπέραστον ταύτην ἅπασιν ἐκκλησίαν, πρὸς τὴν μητέρα ἡμῶν καὶ τῶν ἐκκλησιῶν ἁπασῶν. Μήτηρ μὲν γὰρ, οὐχ ὅτι τῷ χρόνῳ πρεσβυτέρα μόνον ἐστὶν, ἀλλ' ὅτι καὶ ὑπὸ ἀποστολικῶν ἐθεμελιώθη χειρῶν· διὰ τοῦτο πολλάκις καὶ κατασκαφεῖσα διὰ τὸ ὄνομα τοῦ Χριστοῦ, πάλιν ὠρθώθη διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ. Οὐ γὰρ αἱ ἀποστολικαὶ μόνον αὐτὴν ἐθεμελίωσαν χεῖρες, ἀλλὰ καὶ τοῦ ∆εσπότου τῶν ἀποστόλων ἡ ἀπόφασις ἐτείχισεν αὐτὴν καινῷ καὶ παραδόξῳ τειχισμοῦ τρόπῳ. Οὐ γὰρ ξύλα καὶ λίθους συνθεὶς, οὕτως ᾠκοδόμησε τὸν περίβολον, οὐδὲ τάφρον ἔξωθεν περιελάσας, καὶ σκόλοπας καταπήξας, καὶ πύργους ἀναστήσας, οὕτως αὐτὴν ἠσφαλίσατο· ἀλλ' ἐφθέγξατο δύο ῥήματα ψιλὰ μόνον, καὶ ταῦτα ἤρκεσεν ἀντὶ τείχους αὐτῇ, καὶ πύργου, καὶ τάφρου, καὶ ἀσφαλείας ἁπάσης. Καὶ τίνα ἐστὶ τὰ ῥήματα ταῦτα, ἃ τοσαύτην ἔχει τὴν ἰσχύν; Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο ὁ περίβολος, τοῦτο ἡ ἀσφάλεια, τοῦτο λιμὴν καὶ καταφυγή. Σὺ δέ μοι σκόπει κἀντεῦθεν τοῦ τείχους τὸ ἀῤῥαγές. Οὐ γὰρ εἶπεν, ὅτι ἀνθρώπων ἐπιβουλαὶ οὐ κατισχύσουσιν αὐτῆς μόνον, ἀλλ' ὅτι οὐδ' αὐταὶ αἱ μηχαναὶ τοῦ ᾅδου· Πύλαι γὰρ, φησὶν, ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ εἶπεν, Οὐ προσβαλοῦσιν αὐτῇ, ἀλλ' ὅτι Οὐ