σκοπὸν παρίστησι. καὶ διὰ τὸ μὴ ἱκανοὺς εἶναι πρὸς τὴν πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πνευματικὰ τῆς πονηρίας πάλην ἀναλαβεῖν ἡμᾶς τὴν πανοπλίαν τοῦ θεοῦ προτρέπεται· τὸν θώρακα τῆς δικαιοσύνης ἐνδύσασθε καὶ ὑποδήσασθε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ περιζώσασθε τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἐπὶ πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλαβόντες, δι' ἧς φησι δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, ἅπερ εἰσὶν αἱ τῶν μιαρῶν παθῶν ἐνέργειαι· Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν ἁγίαν τοῦ πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα θεοῦ. διὰ τῶν ὑπὲρ τὴν ἡμετέραν φύσιν προειρημένων πνευματικῶν 253 ὅπλων ἰσχύσειν στῆναι πρὸς τὰς χαλεπὰς μεθοδείας τοῦ διαβόλου ὁ ἀπόστολος ὑπέδειξε, τὸν δὲ τρόπον, δι' οὗ ταῦτα κτήσασθαι δυνάμεθα, ἀκριβῶς ἐπεσημειώσατο εἰπών· ∆ιὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει· διὸ καὶ ἐπεύχεται τοῖς πᾶσι λέγων· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος εἴη μετὰ πάντων ὑμῶν. καὶ πάλιν· Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. ἰδοῦ κατὰ πόσον τρόπον εἰς φανερὸν τέθεικε τὴν εὐθεῖαν τῆς δικαιοσύνης ὁδὸν καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπόν, πάντας προτρεπόμενος καὶ ἐπιθυμῶν φθάσαι εἰς αὐτόν, εἰς ὃν οἱ φιλαλήθεις ἀποβλέποντες καὶ παντελῶς ἀκμητὶ ἀγωνιζόμενοι πίστει καὶ ἐλπίδι καὶ πάσῃ ἀρετῆς καταστάσει εὔχονται καὶ ἐπιθυμοῦσιν εἰς αὐτὸν καταντῆσαι. οὗτοι γὰρ δυνήσονται καὶ τὰς μεγάλας ἐντολάς, εἰς ἃς ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, τὸ Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν, πάσης κακίας ἀπαλλαγέντες καθαρῶς καὶ τελείως καὶ ἀμώμως ἀποπληρῶσαι. Εἰ δὲ καὶ ἐδόξαμεν ἐπὶ πλεῖον παρατεῖναι τὴν διήγησιν 254 περὶ τοῦ σκοποῦ τῆς εὐσεβείας, ὁποῖον ἡμῖν ὁ κύριος καὶ οἱ ἀπόστολοι καὶ πᾶσαι αἱ θεόπνευστοι γραφαὶ παραδιδόασι, διὰ πολλῶν μαρτυριῶν παριστῶντες, οὐκ ἀκαίρως πεποιηκέναι ἡγούμεθα, ἵνα ἐκ παντὸς τρόπου ἀναμφισβητήτως καὶ ἀδιστάκτως πεπληροφορημένοι ὦμεν, τίς ἡμῶν ἡ ἐλπὶς τῆς πίστεως καὶ τίς ὁ σκοπὸς καὶ ὁποῖος ἡμῖν ὁ δρόμος πρόκειται, μάλιστα οἱ τὸν μονήρη βίον ἀναδεξάμενοι καὶ δεσμῶν κοσμικῶν καὶ σαρκικῆς κοινωνίας ἑαυτοὺς ἄραντες καὶ παρθενεύειν ἐν κυρίῳ ᾑρημένοι, ἵνα προσέχων ἕκαστος καὶ ἑκάστη, ποῦ κέκληται καὶ εἰς οἷον μέτρον φθάσαι ὀφείλει, πάσης μὲν οἰήσεως διά τινα γεγενημένα κατορθώματα παύσωνται, ὄντως μηδὲν εἶναι ἑαυτοὺς ἡγούμενοι διὰ τὴν ὑπερβολὴν τοῦ τελείου τῆς κλήσεως μέτρου καὶ τοῦ ἀνεξιχνιάστου πλούτου τῆς ἀγάπης τοῦ Χριστοῦ, παντὶ δὲ τρόπῳ καὶ παντὶ σθένει καὶ πάσῃ σπουδῇ ἑαυτοὺς εἰς τὸ ἀγαθὸν πάντοτε προθύμως ἐπιδιδῶσι, κατὰ τὸν λόγον τοῦ κυρίου μετὰ πάντων τῶν τοῦ αἰῶνος τούτου ἔτι καὶ τὴν ἑαυτῶν ψυχὴν ἀρνούμενοι, τὸν σταυρὸν καθ' ἡμέραν αἴροντες μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως καὶ ἀκολουθοῦντες αὐτῷ, αὐτὸν ἔχοντες τὸν κύριον ἐν πᾶσι τύπον καὶ ὁδὸν καὶ ὑπογραμμὸν καὶ σκοπὸν ἡμῖν γεγενημένον κατὰ τὸ εἰρημένον· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ, καὶ πάλιν· ∆ι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θεοῦ κεκάθικε· μή ποτε γὰρ ἐμπληροφορούμενοι 255 καὶ ἐπαναπαυόμενοι ἐπί τισι τοῦ πνεύματος χαρίσμασιν ἢ ἐπ' ὀλίγοις τισὶ κατορθώμασι καὶ ὡς ἤδη εἰς τὸ τέλειον καταντήσαντες πανουργίᾳ κακίας οἰήσει δικαιοσύνης ἀπατηθῶμεν, ἀπομένοντες ἐκ τῶν μειζόνων τοῦ πνεύματος προκοπῶν· ἀλλ' ὡς φιλαλήθεις μέχρι τέλους τὸν πόνον καὶ