1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

8

Πλάτων δὲ οὐσίαν νοητὴν ἐξ ἑαυτῆς κινητὴν κατὰ ἀριθμὸν ἐναρμόνιον· Ἀριστοτέλης δὲ ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος. ∆είναρχος δὲ ἁρμονίαν τῶν τεσσάρων στοιχείων, ἀντὶ τοῦ κρᾶσιν καὶ συμφωνίαν τῶν στοιχείων. οὐ γὰρ τὴν ἐκ τῶν φθόγγων συνισταμένην, ἀλλὰ τὴν ἐν τῷ σώματι θερμῶν καὶ ψυχρῶν καὶ ὑγρῶν καὶ ξηρῶν ἐναρμόνιον κρᾶσιν καὶ συμφωνίαν βούλεται λέγειν. δῆλον δὲ ὅτι καὶ τούτων οἱ μὲν ἄλλοι τὴν ψυχὴν οὐσίαν εἶναι λέγουσιν· Ἀριστοτέλης δὲ καὶ ∆είναρχος ἀνούσιον. ἔτι δὲ πρὸς τούτοις οἱ μὲν μίαν εἶναι καὶ τὴν αὐτὴν τῶν πάντων ψυχὴν νενομίκασιν, κατακερματιζομένην εἰς τὰ καθ' ἕκαστα, καὶ πάλιν εἰς ἑαυτὴν συνιοῦσαν, ὡς οἱ Μανιχαῖοι καὶ ἄλλοι τινές· οἱ δὲ πολλὰς καὶ διαφόρους κατ' εἶδος· οἱ δὲ καὶ μίαν καὶ πολλάς. πᾶσα τοίνυν ἀνάγκη μηκῦναι τὸν λόγον τοσαύταις δόξαις ἀντιλέγοντα. κοινῇ μὲν οὖν πρὸς πάντας τοὺς λέγοντας σῶμα τὴν ψυχὴν ἀρκέσει τὰ παρ' Ἁμμωνίου τοῦ διδασκάλου Πλωτίνου καὶ Νουμηνίου τοῦ Πυθαγορικοῦ εἰρημένα. ἔστι δὲ ταῦτα. τὰ σώματα, τῇ οἰκείᾳ φύσει τρεπτὰ ὄντα καὶ σκεδαστὰ καὶ διόλου εἰς ἄπειρον τμητά, μηδενὸς ἐν αὐτοῖς ἀμεταβλήτου ὑπολειπομένου, δεῖται τοῦ συντιθέντος καὶ συνάγοντος καὶ ὥσπερ συσφίγγοντος καὶ συγκρατοῦντος αὐτά, ὅπερ ψυχὴν λέγομεν. εἰ τοίνυν σῶμά ἐστιν ἡ ψυχὴ οἱονδήποτε εἰ καὶ λεπτομερέστατον, τί πάλιν ἐστὶ τὸ συνέχον ἐκείνην; ἐδείχθη γὰρ πᾶν σῶμα δεῖσθαι τοῦ συνέχοντος, καὶ οὕτως εἰς ἄπειρον, ἕως ἂν καταντήσωμεν εἰς ἀσώματον. εἰ δὲ λέγοιεν καθάπερ οἱ Στωϊκοὶ τονικήν τινα εἶναι κίνησιν περὶ τὰ σώματα εἰς τὸ εἴσω ἅμα καὶ εἰς τὸ ἔξω κινουμένην, καὶ τὴν μὲν εἰς τὸ ἔξω μεγεθῶν καὶ ποιοτήτων ἀποτελεστικὴν εἶναι, τὴν δὲ εἰς τὸ εἴσω ἑνώσεως καὶ οὐσίας, ἐρωτητέον αὐτοὺς ἐπειδὴ πᾶσα κίνησις ἀπό τινός ἐστι δυνάμεως τίς ἡ δύναμις αὕτη καὶ ἐν τίνι οὐσίωται; εἰ μὲν οὖν καὶ ἡ δύναμις ὕλη τίς ἐστιν, τοῖς αὐτοῖς πάλιν χρησόμεθα λόγοις· εἰ δὲ οὐχ ὕλη ἀλλ' ἔνυλον (ἕτερον δέ ἐστιν τὸ ἔνυλον παρὰ τὴν ὕλην, τὸ γὰρ μετέχον ὕλης ἔνυλον λέγεται) τί ποτε ἄρα ἐστὶ τὸ μετέχον τῆς ὕλης, πότερον ὕλη καὶ αὐτὸ ἢ ἄϋλον; εἰ μὲν οὖν ὕλη, πῶς ἔνυλον καὶ οὐχ ὕλη; εἰ δὲ οὐχ ὕλη, ἄϋλον ἄρα· εἰ δὲ ἄϋλον, οὐ σῶμα, πᾶν γὰρ σῶμα ἔνυλον. εἰ δὲ λέγοιεν ὅτι τὰ σώματα τριχῇ διαστατά ἐστι, καὶ ἡ ψυχὴ δὲ δι' ὅλου διήκουσα τοῦ σώματος τριχῇ διαστατή ἐστι καὶ διὰ τοῦτο πάντως καὶ σῶμα, ἐροῦμεν ὅτι πᾶν μὲν σῶμα τριχῇ διαστατόν, οὐ πᾶν δὲ τὸ τριχῇ διαστατὸν σῶμα· καὶ γὰρ ὁ τόπος καὶ τὸ ποιόν, ἀσώματα ὄντα καθ' ἑαυτά, κατὰ συμ βεβηκὸς ἐν ὄγκῳ ποσοῦται. οὕτως οὖν καὶ τῇ ψυχῇ καθ' ἑαυτὴν μὲν πρόσεστι τὸ ἀδιάστατον, κατὰ συμβεβηκὸς δὲ τῷ ἐν ᾧ ἐστι τριχῇ διαστατῷ ὄντι συνθεωρεῖται καὶ αὐτὴ τριχῇ διαστατή. ἔτι πᾶν σῶμα ἤτοι ἔξωθεν κινεῖται ἢ ἔνδοθεν· ἀλλ' εἰ μὲν ἔξωθεν, ἄψυχον ἔσται· εἰ δὲ ἔνδοθεν, ἔμψυχον. εἰ δὲ σῶμα ἡ ψυχή, εἰ μὲν ἔξωθεν κινοῖτο, ἄψυχός ἐστιν· εἰ δὲ ἔνδοθεν, ἔμψυχος· ἄτοπον δὲ καὶ τὸ ἄψυχον καὶ τὸ ἔμψυχον λέγειν τὴν ψυχήν· οὐκ ἄρα σῶμα ἡ ψυχή. ἔτι ἡ ψυχὴ εἰ μὲν τρέφεται ὑπὸ ἀσωμάτου τρέφεται, τὰ γὰρ μαθήματα τρέφει αὐτήν· οὐδὲν δὲ σῶμα ὑπὸ ἀσωμάτου τρέφεται· οὐκ ἄρα σῶμα ἡ ψυχή. (Ξενοκράτης οὕτω συνῆγεν· εἰ δὲ μὴ τρέφεται, πᾶν δὲ σῶμα ζῴου τρέφεται, οὐ σῶμα ἡ ψυχή.) καὶ ταῦτα μὲν κοινῇ πρὸς πάντας τοὺς λέγοντας σῶμα εἶναι τὴν ψυχήν. ἰδίᾳ δὲ πρὸς τοὺς δοξάζοντας αἷμα ἢ πνεῦμα εἶναι τὴν ψυχὴν ἐπειδὴ τοῦ πνεύματος ἢ τοῦ αἵματος χωριζομένου νεκροῦται τὸ ζῷον, οὐκ ἐκεῖνο ῥητέον ὅπερ τινὲς τῶν οἰομένων εἶναί τι γεγράφασι λέγοντες· οὐκοῦν ὅταν μέρος ἀπορρυῇ τοῦ αἵματος μέρος ἀπερρύη τῆς ψυχῆς· κουφολογία γὰρ τὸ τοιοῦτον· ἐπὶ γὰρ τῶν ὁμοιομερῶν καὶ τὸ ὑπολειπόμενον μέρος ταὐτόν ἐστιν τῷ παντί· ὕδωρ γοῦν καὶ τὸ πολὺ καὶ τὸ βραχὺ ταὐτόν, ὁμοίως καὶ ἄργυρος καὶ χρυσὸς καὶ πάντα ὧν τὰ μέρη οὐ διαλλάττει ἀλλήλων κατὰ τὴν οὐσίαν· οὕτως οὖν καὶ τὸ ὑπολειπόμενον αἷμα, ὅσον ἂν ᾖ, ψυχή ἐστιν, εἴπερ ψυχὴ τὸ αἷμα. ἐκεῖνο οὖν μᾶλλον λεκτέον ὅτι εἰ τοῦτό ἐστι ψυχὴ οὗ ἐξαιρουμένου θνήσκει τὸ ζῷον, πάντως καὶ τὸ φλέγμα ψυχή ἐστι