9
δὲ τὰ μόρια τοῦ σώματος ἡμῶν οὐκ ἐλεύθερα ἐξουσίαν, ἀλλὰ δεσποτικῷ βουλήματι πρὸς τὰς ἐνεργείας κανονιζόμενα, τί ἂν εἴποι τις πρὸς τοὺς οἰομένους χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ τῶν ἄλλων ἀνεύθυνον ἔχειν τὴν κτῆσιν; 2.6.2 Οὐδὲν σόν, ἄνθρωπε. Σὺ δοῦλος καὶ τὰ σὰ τοῦ Κυρίου. ∆οῦλος γὰρ ἐλεύθερον πεκούλιον οὐκ ἔχει. Γυμνὸς γὰρ ἤχθης εἰς τοῦτο τὸ φῶς· ἔλαβες ἃ ἔχεις κατὰ νόμον τοῦ Κυρίου σου· ἢ κληρονομήσας πατέρα, ἐπειδὴ οὕτως ὁ Θεὸς διετάξατοΓονεῖς γὰρ τέκνοις, φησί, μεριοῦσι σκύλα, ἢ ἀπὸ γάμου τὴν εὐπορίαν κτησάμενοςγάμος δὲ καὶ τὰ ἐπ' ἐκείνῳ παρὰ Θεοῦ διατέτακται, ἢ ἀπὸ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων προφάσεων Θεοῦ πρὸς ἐκεῖνα συμπράξαντος. 2.7.1 Ἰδοὺ τοίνυν, ἐδείχθη ὅτι ἔλαβες τὰ μὴ σά. Ἴδωμεν τοίνυν λοιπὸν τί σοι ἐπετάχθη καὶ οἵα ἐπ' ἐκείνοις διοίκησις. ∆ὸς τῷ πεινῶντι, ἔνδυσον τὸν γυμνόν, θεράπευσον τὸν κεκακωμένον, μὴ περιίδῃς τὸν ἄπορον, τὸν ἐρριμμένον ἐν ταῖς τριόδοις. Σὺ περὶ σαυτοῦ μὴ μεριμνήσῃς, μηδὲ φροντίσῃς πῶς διάξεις ἐπὶ τῆς ὑστεραίας. Κἂν ταῦτα, φησίν, ἐργάσῃ, τιμηθήσῃ παρὰ τοῦ νομοθέτου· ἂν δὲ παρακούσῃς τῆς ἐντολῆς, κολασθήσῃ πικρῶς. 2.7.2 Ταῦτα ἐγὼ οὐ βλέπω τοῦ αὐτεξουσίου οὐδὲ τοῦ ζῶντος μετ' αὐθεντείας, ἀλλὰ τοὐναντίον, τὰ πολλὰ καὶ συνεχῆ προστάγματα ὑποδείκνυσί μοι ἄνθρωπον βασιλευόμενον ἰσχυρῶς καὶ νόμοις δεσποτικοῖς ὑπεύθυνον καὶ τὴν κεκανονισμένην πολιτείαν ἀπαιτούμενον ὡς χρέος. 2.7.3 Ἡμεῖς δὲ πῶς ὡς ἀλογίστευτον ἔχοντες τὸν βίον τοὺς μὲν ἀθλίους καὶ πενομένους περιορῶμεν ἐντελευτῶντας ταῖς συμφοραῖς, δαπανώμεθα δὲ φιλοτίμως ταῖς ματαιότησιν, κολάκων πλῆθος ἀσώτων τρέφοντες καὶ φρατρίας κακοδαιμόνων παρασίτων ἐπισυρόμενοι· καὶ αὖθις θηριομάχοις καὶ θηρίοις σκορπίζοντες τὸν πλοῦτον κἀν ταῖς ἱπποτροφίαις οὐδενὸς τῶν ὄντων φειδόμενοι καὶ πάλιν θαυματοποιοῖς καὶ μίμοις καὶ τοῖς ἑξῆς ὀλεθρίοις δαπανῶντες τὴν εὐπορίαν! 2.7.4 Καὶ πρᾶγμα πάσχομεν κενὸν καὶ μανίας ἐγγύς. Ἔνθα μὲν γὰρ ἡ δαπάνη φέρει τὸ κέρδος ἀνάριθμον καὶ σωτηρίαν ἀθάνατον, συνέχομεν σφοδρῶς τὸ ἀργύριον, ὡς μηδὲ ὀλίγους ὀβολοὺς τῆς χειρὸς ἐκπεσεῖν· ὅπου δὲ ἁμαρτωλῶν γίνεται τὸ ἀνάλωμα καὶ μυρίων κολάσεων αἴτιον καὶ αὐτῆς γε τῆς διὰ πυρὸς τιμωρίας, αὐτοκέλευστοι ῥέομεν. Καὶ ἡ φιλοτιμία προλαμβάνει τὴν αἴτησιν· καὶ πάσας θύρας ἀνοίξαντες ἀφίεμεν τὸν πλοῦτον πρὸς τοὺς ἔξω χωρεῖν. Τοῦτο δὲ τὸ φρόνημα οὐκ ἔστι δούλων ἀναμενόντων τὸν κύριον, ἀλλὰ νέων ἀσώτων, κωμαστῶν, ἀκολάστων. 2.8.1 Εἰ δὲ θέλεις, ὁ ἀκροατής, ἰδεῖν οἰκονόμου φόβον μετὰ τῆς σώφρονος εὐλαβείας διοικοῦντος τὰ πιστευθέντα, ἀνάπτυξον τὴν βίβλον τοῦ ∆αβίδ· ζήτησον ἐκείνους τοὺς λόγους ἔνθα φησὶν πρὸς τὸν Θεὸν ὁ ἀνὴρ πολυ πραγμονῶν τοῦ ἰδίου τέλους τὴν προθεσμίαν· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμέρων μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. 2.8.2 Ὁρᾷς ὅπως ὡς ἐν εἰκόνι θεωρεῖται τῷ λόγῳ ἡ τοῦ εὐξαμένου διάθεσις, ὅτι περιδεής ἐστι καὶ προορᾷ τὸ μέλλον καὶ ἀναμένει τὴν κρίσιν καὶ τὴν προθεσμίαν περιεργάζεται, ἵνα μὴ τὸ ἀπαράσκευον αὐτὸν καταλάβῃ τῆς ἐξόδου τὸ σύνθημα· καὶ ζητεῖ λογισάμενος κατιδεῖν τί τὸ τῆς παροικίας ὑστέρημα, ἵνα σπεύσας ἀναπληρώσῃ πρὶν ἐλθεῖν τὸν ἐξάγοντα. 2.8.3 Ἀληθῶς γάρ ἐστιν εἰκὼν οἰκονόμου ἡ ἑκάστου ἡμῶν τελευτή, ἂν τὰ καθ' ἕκαστον ἀλλήλοις ἀντεξετάσωμεν, τί μὲν πάσχει ὁ ἀποθνήσκων, τί δὲ ὑπομένει ὁ τῆς οἰκονομίας ἐκβαλλόμενος. 2.9.1 Ὁμοίως γὰρ καὶ ὁ τελευτῶν ἄλλοις μεταπαραδίδωσι τὴν διοίκησιν, ὡς ὁ οἰκονόμος τὰς κλεῖδας· ἐκεῖνος ἐκβάλλεται ἀγροῦ, οὗτος τοῦ κόσμου παντὸς ὡς ἑνὸς χωρίου. Περιπαθῶν ἀναχωρεῖ ὁ οἰκόνομος τῶν ἰδίων πόνων οἷον ἀμπέλων, κήπων, οἰκιῶν· τί οὖν δοκεῖ σοι καὶ ὁ τελευτῶν πάσχειν; 2.9.2 Οὐκ ὀδύρεται τὰ κτήματα; οὐκ ἐλεεινὸν περιβλέπει τὴν οὐσίαν, μετὰ τοσαύτην προσπάθειαν ἀπροαιρέτως αὐτῆς ἀποσπώμενος, πόρρω θησαυρῶν, ταμιείων; καὶ ὅταν ἀφίκηται πρὸς τὸν κληρωθέντα τόπον ἀκούων· Ἀπόδος τὸν