1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

κατεπανουργεύσαντο τοὺς Ἰσραηλίτας οἱ Γαβαωνῖται. Πονηρὰ πανουργία τοῦ Ἀβεσσαλὼμ ἐν σχήματι ἐπιεικείας ὑπαγομένου τοὺς ὑπηκόους, καὶ πλῆθος ἀποστατῶν συναθροίσαντος εἰς ἐπιβουλὴν τοῦ πατρός. Ἐγκαλοῦνται δέ τινες, ὡς καὶ ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ καταπανουργευσάμενοι γνώμην.

Ἐνταῦθα μέντοι τὴν ἐπ' ὠφελείᾳ παραλαμβανομένην πανουργίαν ὁ λόγος ἐγκρίνει, οἱονεὶ ὅπλον οὖσαν πρὸς τὰ τοῦ βίου πράγματα, καὶ ὀχυροῦσαν δι' ἑαυτῆς τὰς ψυχὰς τῶν ἁπλουστέρων. Εἰ γὰρ εἶχε τὴν πανουργίαν ταύτην ἡ Εὔα, οὐκ ἂν εὐάλωτος ἐγεγόνει ταῖς ἀπάταις τοῦ ὄφεως. Τὸν οὖν ἄκακον, τὸν διὰ τὸ πιστεύειν παντὶ λόγῳ εὔκολον εἰς τὸ φθαρῆναι τὰ νοήματα, ὀχυροῖ ἡ προκειμένη δι- δασκαλία, οἷον συμμαχίαν αὐτῷ πρὸς τὰ τοῦ βίου πράγματα τὴν ἐκ τῆς πανουργίας ὠφέλειαν παρεχομένη. Ἑξῆς ἐστιν ἐπισκέψασθαι, πῶς παιδὶ νέῳ δίδωσιν αἴσθησιν καὶ ἔννοιαν. Ἐπειδὴ διπλοῦς ὁ ἄνθρωπος, ὥς φησιν ὁ Ἀπόστολος· ὁ μέν τις ἔξωθεν ὢν, ὁ δὲ ἔνδοθεν, κατά τε τὸν ὁρώμενον, καὶ κατὰ τὸν ἐν τῷ κρυπτῷ νοούμενον, ἀνάγκη ἡμᾶς καὶ τὰ τῆς ἡλικίας ἐφ' ἑκατέρων παραπλησίως λαμβάνειν. Τὸ μὲν οὖν λέγειν τὸν ἀρτιγενῆ παῖδα αἴσθησιν λαμβάνειν σωματικὴν οὐ πόῤῥω ἐστὶ τοῦ γελοίου. Ποίαν γὰρ τῶν αἰσθήσεων ἡ βίβλος χαρίσασθαι δύναται, καὶ ὄψεως, καὶ ἀκοῆς, καὶ ὀσφρήσεως, καὶ γεύσεως, καὶ ἁφῆς εὐθὺς συναπογεννωμένων ἡμῖν, καὶ οὐκ ἐκ διδασκαλίας προσγινομένων, ἀλλὰ τῆς φύσεως διὰ τούτων ἀπαρτιζούσης τὸ ζῶον; Οὔτε οὖν παῖδα σωματικῶς νοητέον, οὔτε αἴσθησιν μίαν τούτων τῶν ἀπηριθμημένων, ἀλλ' ἐπὶ τὸν ἔσω ἄνθρωπον τὰς ἡλικίας μεταληπτέον. Ἐδιδάχθημεν γὰρ πολλαχοῦ τῆς Γραφῆς καὶ παιδικὴν κατάστασιν τῆς ψυχῆς· καὶ ἄλλην ἀκμαστικήν· καὶ ἄλλην ἤδη πρεσβύτου. Οἷον, ὡς παρὰ Παύλου μεμαθήκαμεν, οἱ ἐν Κορίνθῳ νήπιοι ἦσαν· διόπερ καὶ γάλακτος ἔτι ἐδέοντο, τῆς εἰσαγωγικῆς καὶ ἁπλουστέρας τοῦ Εὐαγγελίου διδασκαλίας, μήπω δυνάμενοι περικρατεῖν στερεᾶς τροφῆς τῆς ἐν δόγμασι. Νεανίσκος δὲ κατὰ ψυχήν ἐστιν ὁ πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς κατηρτισμένος 31.413 πρὸς τὸ τέλειον, ὁ τῷ πνεύματι ζέων, ὁ σφριγῶν πρὸς τὰς πράξεις τῆς εὐσεβείας, καὶ ἀκμάζων πρὸς πᾶσαν εὐτονίαν ἀγαθῶν ἔργων· ὃν καὶ βιαστὴν τὸ Εὐαγγέλιον λέγει, δυνάμενον διαρπάσαι τὴν βασιλείαν τῶν οὐρανῶν· ὃν καὶ εἰς τοὺς ὕμνους, ὡς ἐπιτήδειον, τὸ ἅγιον Πνεῦμα παραλαμβάνει· Νεανίσκοι γὰρ, φησὶ, καὶ παρθένοι αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Καὶ ἐν τῷ Ἰωὴλ ἐπαγγελίας ἔχουσι οἱ νεανίσκοι ὁράσεις ὄψεσθαι. Πρεσβύτερος δὲ κατὰ ψυχὴν ὁ τετελειωμένος κατὰ τὴν φρόνησιν· ὁποῖος ἦν ∆ανιὴλ, ἐν νεαρῷ τῷ σώματι τὸ ἐκ τῆς συνέσεως σεμνὸν πολιᾶς πάσης αἰδεσιμώτερον ὑποφαίνων. ∆ιό φασι πρὸς αὐτὸν ἐκεῖνοι οἱ πλήρεις ἡμερῶν πονηρῶν· ∆εῦρο, κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀπάγγειλον ἡμῖν, ὅτι σοι ἔδωκεν ὁ Θεὸς τὸ πρεσβυτέριον.

Οὐκοῦν καὶ ἐνταῦθα παῖδα νέον φησὶ τὸν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀναγεννηθέντα, καὶ τραφέντα, καὶ γενόμενον ὡς παιδίον, καὶ διὰ τῆς τοιαύτης καταστάσεως εὔθετον ὄντα τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τῷ δὴ οὕτως ἀρτιγενεῖ βρέφει, τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσαντι, δίδωσιν ἡ βίβλος τῶν Παροιμιῶν δι' αὐτῆς γεγυμνασμένῳ αἴσθησιν καὶ ἔννοιαν· αἴσθησιν μὲν τῶν παρόντων, ἔννοιαν δὲ τῶν μελλόντων. Παιδεύει μὲν γὰρ τὰ ἀνθρώπινα, καὶ αἰσθητικοὺς ποιεῖ τῶν πραγμάτων, ὡς μήτε ἀτόποις ἡδοναῖς δουλεύειν. μήτε περὶ τὰς ματαίας τοῦ κόσμου τούτου δόξας διεπτοῆσθαι. Ἐμποιεῖ δὲ καὶ τοῦ μέλλοντος αἰῶνος ἔννοιαν, καὶ προσβιβάζει δι' ὧν λέγει τῇ πίστει τῶν ἐπηγγελμένων. Ἐπειδὴ δὲ τὰς τῶν ἡλικιῶν διαφορὰς ἐπὶ τὸν ἔσω ἄνθρωπον μετελάβομεν, ἀκόλουθόν ἐστι καὶ τὰ τῶν αἰσθήσεων ὀνόματα ἐπὶ τὰς δυνάμεις τῆς ψυχῆς μεταφέρειν. Ὥστε ὅταν λέγῃ, ὅτι Ἐμοῖς λόγοις παράβαλε σὸν οὖς, εἰδέναι ἡμᾶς χρὴ, ὅτι τὸ εὐήκοον τῆς ψυχῆς ἐπιζητεῖ, ὡς ὁ Κύριος· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· καὶ τὸ, Λόγος σοφὸς εἰς οὖς