1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

ἤνθησεν ὁ βίος πάλιν πᾶσι τοῖς ἀγαθοῖς, καὶ διπλασίων ἐπὶ τὸν οἶκον 31.564 πανταχόθεν ὁ πλοῦτος συνέῤῥευσεν, ἵνα τὸ μὲν ὡς μηδὲν ἀπολωλεκὼς ἔχῃ, τὸ δὲ ὑπάρξῃ τῆς καρτερίας τῷ δικαίῳ μισθός. ∆ιὰ τί δὲ ἵππους μὲν, καὶ ἡμιόνους, καὶ καμήλους, καὶ πρόβατα, καὶ γεώργια, καὶ πᾶσαν τὴν τῆς περιουσίας τρυφὴν ἐκ τοῦ διπλασίονος ὑπ εδέξατο, ὁ τῶν παίδων δὲ ἀριθμὸς ἴσος τοῖς ἀποθανοῦ σιν ἐβλάστησεν; Ὅτι τὰ μὲν ἄλογα κτήνη, καὶ πᾶς ὁ πλοῦτος διαφθειρόμενος, εἰς τελείαν ἦλθεν ἀπώλειαν· οἱ παῖδες δὲ, καὶ τεθνεῶτες, ἔζων τῷ καλλίστῳ μέρει τῆς φύσεως. Κοσμηθεὶς οὖν αὖθις ἑτέροις υἱοῖς καὶ θυγατράσιν ὑπὸ τοῦ κτίσαντος, καὶ τοῦτο εἶχε κτῆμα διπλοῦν. Οἱ μὲν γὰρ παρῆσαν τὴν ἐν τῷ βίῳ τοῖς γεννήσασιν εὐφροσύνην παρέχοντες, οἱ δὲ προ οδεύσαντες ἀνέμενον τὸν φυτεύσαντα· τότε πάντες περιστησόμενοι τὸν Ἰὼβ, ὅταν ὁ κριτὴς τῆς ἀνθρω πίνης ζωῆς συναγάγῃ τὴν Ἐκκλησίαν τὴν πάνδη μον· ὅταν ἡ σάλπιγξ, ἡ τὴν τοῦ βασιλέως ἐπιδημίαν σημαίνουσα, τοῖς τάφοις σφοδρότερον ἐμβοήσασα, τὴν τῶν σωμάτων ἀπαιτήσῃ παρακαταθήκην. Τότε καὶ οἱ νῦν εἶναι δοκοῦντες νεκροὶ θᾶττον τῶν ζώντων παραστήσονται τῷ τῶν ὅλων δημιουργῷ. ∆ιὰ τοῦτο, οἶμαι, διπλοῦν τὸν ἄλλον πλοῦτον ἐπιμετρήσας αὐτῷ, τοῖς παισὶν ἀρκεῖσθαι τοῖς ἴσοις αὐτὸν ἐδικαίωσεν. Ὁρᾷς ὁπόσα ὁ δίκαιος Ἰὼβ ἐκ τῆς ὑπομονῆς ἑαυτῷ συνέλεξεν ἀγαθά; Καὶ σὺ τοίνυν, εἴ τί σοι προσεπέλασε δυσχερὲς ἀπὸ τοῦ χθὲς ἀναφθέντος πυρὸς ἐκ τῆς τῶν δαιμόνων ἐπιβουλῆς, τοῦτο καρτέρησον, καὶ τὴν ἐκ τοῦ πάθους ἀνίαν κρείττοσι κατεύνασον λογισμοῖς· καὶ κατὰ τὸ γεγραμμένον, Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.