1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

9

μεμνημένος τῶν θείων ὑποστάσεων, ὁμοτίμως ἀνείρηκεν· "Καὶ νῦν Κύριος ἀπέσταλκέν με, καὶ τὸ Πνεῦμα αὐτοῦ." Ὅθεν πολλάκις ἀνευφημήσας εὑρίσκεται Μωϋσῆς· "Κύριος ὁ Θεὸς ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν." Καὶ εὐχαριστοῦντες δὲ ὕμνουν τρόπῳ τοιῷδε· "Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ 39.632 ἔλεος αὐτοῦ." Ἀλλὰ καὶ ὁ Θεὸς Πατὴρ, μηδέν τι διάφορον ἐν τῇ οὐσίᾳ, καὶ δυνάμει, καὶ θελήσει, καὶ δόξῃ εἶναι δεικνὺς μεταξὺ αὐτοῦ τε καὶ τοῦ μονογενοῦς Λόγου, καὶ τοῦ ἑνὸς ἁγίου Πνεύματος αὐτοῦ, διὰ πάσης σχεδὸν τῆς Γραφῆς λέγει· "Ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου. Μάρτυρες ὑμεῖς ἐστε, εἰ Θεὸς ἦν ἀλλότριος ἐν ὑμῖν, πλὴν ἐμοῦ." Καὶ ὁ τῷ ὑψίστῳ δὲ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι αὐτοῦ ὁμοφυὴς καὶ ὁμόφρων, ὁ προσηνὴς ἡμῶν .......

ΚΕΦ. Ιʹ. ........................... κατὰ τοῦ Πνεύματός μου, ἢ περὶ τοῦ Πνεύματός μου.

Καὶ οἶμαι, ὡς διὰ τοῦτο καὶ μόνον φεισάμενος αὐτῶν, προσέταξεν ἐλθεῖν ὡς τὸν Ἰὼβ, ἐπὶ τῷ ἐκεῖνον εὔξασθαι ὑπὲρ αὐτῶν· ἕνεκα δῆλον ὅτι τῶν εἰς αὐτὸν συντεινόντων ῥημάτων, διὰ τὸ ἀλήπτως αὐτοὺς καὶ λίαν προσηκόντως οὐκ οἶδα πόθεν φάναι· "Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με·" καὶ ἐν ὀλίγῃ ῥήσει δύναμιν πολλὴν, καὶ φύσιν τὴν δημιουργικὴν καὶ ἀλεξίκακον διηγήσασθαι. Ἆρ' οὖν ἐνταῦθα ἔστη τῆς θεολογίας ὁ Ἐλιοῦς; Καίτοι διαῤῥήδην προσέθηκεν πολλὰ περὶ τοῦ παντοκράτορος Θεοῦ Πατρὸς, οἷς οὐδὲν ἀντιθετέον. Ἔφη γάρ· "Αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν·" καὶ πάλιν· "Ἐὰν ὦσιν χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ ἐξ αὐτῶν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ τὸν Κύριον·" αὖθίς τε· "Εὔξεται πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται·" καὶ πάλιν· "Σῶσον τὴν ψυχήν μου, τοῦ μὴ ἐξελθεῖν εἰς διαφθοράν· καὶ ἡ ζωή μου φῶς ὄψεται. Ἰδοὺ ταῦτα πάντα ἐργάζεται ὁ Ἰσχυρός." Οὐκοῦν οἱ λόγοι αὐτοῦ, εἰς μὲν τὰ περὶ τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ, καλοί· εἰς δὲ τὰ ἄλλα, ἁμαρτάνοντες. Ἐπεί τοι καὶ ὁ Ἰὼβ, θεῖον ὀνομάσας τὸ ἅγιον Πνεῦμα, ὡς προελέχθη, τοῦ παρὰ Θεοῦ ἔτυχεν τηλικούτου ἐπαίνου. Λογίζου τοίνυν, ὅτι κἂν τὴν μαρτυρίαν τοῦ Ἐλιοῦς μὴ προσδέχῃ, ἀρκοῦσι καὶ οὕτως οἱ 39.633 θεῖον τὸ ἅγιον Πνεῦμα φήσαντες ἱεροκήρυκες· καὶ ἀξιόπιστός ἐστιν καὶ εἷς ἐξ αὐτῶν μαρτυρῶν· καὶ ὅτι πολλάκις ὁ δαίμων ἀπατῆσαι βουλόμενος, μίγνυσι τῷ ψεύδει, ὡς δέλεαρ, ἀλήθειάν τινα τῷ πρὸς ὃν ὁ λόγος αὐτῷ ἐστιν ἐγνωσμένην. Ἀμέλει τοι ἐν Εὐαγγελίῳ ἀκούομεν τοῦ διαβόλου ἀπὸ θείων Γραφῶν τῷ πάντων ∆εσπότῃ διαλεγομένου, καὶ τοῖς ἀνοσίοις αὐτοῦ λογισμοῖς καὶ ῥήμασιν τὰ ὅσια γραφία συμπλέκοντος, καὶ λέγοντος πειραστικῶς· "Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε·" ἔτι μὴν καὶ τῶν δαιμόνων θεολογούντων βέλτιον Ἀρειανῶν, τῶν χειροτονησάντων τὸν αἱρεσιάρχην ὑμῶν Μακεδόνιον, καὶ μετ' αὐτὸν Μαραθώνιον· "Τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;" Καὶ ὁ Ἰάκωβος δὲ παριστῶν, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, καὶ τὸ ἔμπαλιν, θάτερον δὲ θατέρῳ συνεργεῖ, καὶ ἐξ ἀμφοῖν τὸ τέλειον, ἀναφανδὸν κηρύσσει· "Σὺ πιστεύεις, ὅτι ὁ Θεὸς εἷς ἐστιν; Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν, καὶ φρίσσουσιν." Οὐ μὴν ἀλλὰ καὶ ἡ Σαμαρεῖτις γυνὴ, ἐφ' οἷς εἶπεν παρὰ τὴν ἀρχὴν, ὑβρισθεῖσα παρὰ τοῦ πάντας σωθῆναι βουλομένου Χριστοῦ. ἐφθέγξατο τὸ δεύτερον πιστῶς, καὶ οὐχ ὡς Σαμαρεῖτις· καὶ ἐπαίνου ἅμα καὶ ἐλέους ἠξιώθη. Καὶ ἄλλα δὲ ἴσως εὑρεθείη τοιαῦτα πολλὰ παρὰ τῶν φιλοπονώτερον περὶ ταῦτα διατριβόντων. Ὁρᾷς οὖν, ὅτι σὺ, ὦ Μακεδονιανὲ, οὐδὲ ὡς ὁ Ἐλιοῦς περὶ τοῦ ἁγίου Πνεύματος πιστεύεις· ἀλλ' ἐξεῤῥύη ἀπὸ σοῦ πᾶς σώφρων περὶ αὐτοῦ λογισμός· καὶ διὰ τὴν μείωσιν, ἣν ἐργάζῃ περὶ τὴν θείαν οὐσίαν αὐτοῦ, καὶ τὸ μὴ εἶναί σε τέλειον συγκοινωνὸν τῆς χάριτος αὐτοῦ,