1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

ἐνόμισαν, οὐ κατὰ μέμψιν εἰρῆσθαι τὸ μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; ἄτοπον γάρ φασι τηλικαῦτα ζητήσαντα ζητήματα καὶ συνταράξαντα τοῦ ἀκροατοῦ τὴν διάνοιαν καὶ μηδὲν αὐτῶν διαλύσαντα, μόνον δὲ ἐπιτιμήσαντα τοῖς ζητοῦσιν ἁπλῶς ἀποπηδῆσαι τῶν ζητουμένων, μετὰ τοῦ καὶ τὴν εἰκόνα τοῦ κεραμέως δοκεῖν ἡμῶν περιαιρεῖν τὴν αὐτεξουσιότητα, εἴ γε ὁ μὲν πλάττων πλάττει τὰ σκεύη ὡς βούλεται, τὰ δὲ μένει οὕτω μένοντα ὡς παρὰ τὴν ἀρχὴν γέγονεν. ταῦτα δέ φασι τῆς ἀποστολικῆς χάριτος καὶ διδασκαλίας ἀναξίως. οὐ κατὰ μέμψιν εἴρηται ὁ λόγος, ἀλλ' ἔχει οὕτως ἡ διάνοια· εἰ ἐξ ὧν, φησί, τὸν Φαραὼ ἐξήγειρε καὶ τὸν Ἠσαῦ ἐμίσησε καὶ τὸν Ἰακὼβ ἠγάπησε καὶ πρὸ γενέσεως αὐτῶν, πάντα ἐν τῇ βουλήσει τοῦ θεοῦ δίδως, οὐδὲν δὲ ἐφ' ἡμῖν εἶναι, λοιπὸν εἰπέ· σὺ τίς εἶ, ὦ ἄνθρωπε, καὶ πῶς ἀνταποκρίνῃ τῷ 100 θεῷ; καὶ πῶς ἐξουσίαν ἔχεις φθέγγεσθαι καὶ αἰτιᾶσθαι αὐτὸν ὡς οὐ δικαίως ἡμῖν μεμφόμενον, λέγων· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; πῶς οὖν αὐτὸς αἰτιᾷ τὸν θεόν, εἰ μηδὲν ἐν τῇ ἡμετέρᾳ κεῖται ἐξουσίᾳ ὡς φῄς; εἰ γὰρ μηδὲν ἐφ' ἡμῖν, οὐδὲ αὐτὸ τὸ μέμφεσθαι καὶ ἀνταποκρίνεσθαι τῷ θεῷ ἐξουσία σοί ἐστιν. μὴ τὰ τοῦ κεραμέως, φησί, πλάσματα, ἐπεὶ μὴ ἔχει αἴσθησιν, μέμφεται τῷ ποιήσαντι κἂν ἄτιμα γένηται, κἂν ἔντιμα κατὰ τὴν τοῦ δημιουργοῦ ἐξουσίαν; σὺ δὲ μέμφῃ, ἔχεις ἄρα αἴσθησιν καὶ ἐξουσίαν ὡς ἐλευθέραν ἔχων τὴν βούλησιν. ὁ δὲ τοῦ μέμφεσθαι ἐξουσίαν ἔχων, δῆλον ὅτι καὶ εἰς τὰ ἄλλα κύριός ἐστιν ἑαυτοῦ καὶ λέγειν καὶ πράττειν ἃ βούλεται. οὐ γὰρ ἐπὶ μὲν τῷ μέμφεσθαι τὸν θεὸν κύριος ἑαυτοῦ τίς ἐστιν, ἐπὶ δὲ τοῖς ἄλλοις ἀφῄρηται τῆς κυριότητος. Rom 9,27-28 Τοῦτο τὸ λόγιον διὰ τῶν μακαρίων ἀποστόλων εἰς ἔργον προῆλθεν, οἳ τὴν πολλὴν τῆς παλαιᾶς νομοθεσίας περίοδον γράψαντες εἰς σύντομον πολιτείας ὁδὸν ἐνεβίβαζον τὰ ἔθνη, γράφοντες ὡς ἔδοξε τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πορνείας καὶ πνικτοῦ. εἰς ταῦτα γὰρ ἐκ πολλῶν περιστήσαντες τὴν παρατήρησιν, εὐχερῆ τῆς δικαιοσύνης τὴν πολιτείαν κατεσκεύασαν, ὅπερ καὶ ὁ θεῖος ἀπόστολος διδάσκει λέγων· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, καὶ πάλιν ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον τοῖς δόγμασιν. ἐπεὶ οὖν πολλὰ διέστελλεν ὁ νόμος περὶ βρωμάτων, οἱ ἀπόστολοι μόνον ἐκέλευσαν φυλάττεσθαι ἀπὸ εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ ἀντὶ τοῦ τηρεῖν τὴν περιτομὴν ἀντεισῆγον φυλάττεσθαι ἀπὸ πορνείας· ἡ γὰρ περιτομὴ εἰ καὶ σημεῖον καὶ ὑπόμνημα ἦν τῆς τοῦ Ἀβραὰμ πίστεως, ἀλλ' ἐδόθη καὶ ὡς σωφροσύνης σύμβολον ἐμφαῖνον ὡς χρὴ περικόπτειν τὴν ἀκολασίαν. Rom 9,29-31 Ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν ῥηθεῖσιν ἀπόβλητον μὲν τὸ Ἰουδαίων ἔθνος τῷ πλεονάζοντι μέρει δείκνυσιν, ἀντεισαγόμενα δὲ τὰ ἔθνη εἰς τὸ τῆς υἱοθεσίας ἀξίωμα, ἀκολούθως ζητεῖ τὴν αἰτίαν δι' ἣν οἱ μὲν ἀσκούμενοι ἐν τῷ νόμῳ ἐκπεπτώκασιν, οἱ δὲ ἐπειληφότες τὸν νόμον 101 ἐδικαιώθησαν. ἐπιλύων οὖν ἐπάγει ὅτι ἐξέπεσον οἱ Ἰουδαῖοι ἐκ τοῦ μὴ προσδραμεῖν τῇ πίστει ὥσπερ τὰ ἔθνη· ἠθέλησαν γὰρ ἐξ ἔργων νόμου δικαιωθῆναι, οὐ δὲ αὐτῷ πιστεύσαντες τῷ νόμῳ τῷ προσαγορεύσαντι τὴν μέλλουσαν ἀντεισάγεσθαι πίστιν ἀντὶ τῆς νομοθεσίας.

Rom 10,1-3 Οὐκ ἐπέγνωσαν, φησίν, ὅτι διὰ τοῦ νόμου ὁ θεὸς τὴν πίστιν

ἐπηγγείλατο, καὶ οὐκ ἔστιν ἡ πίστις ἐναντία τῷ νόμῳ ὑπ' αὐτοῦ μαρτυρουμένη. δικαιοσύνη μὲν οὖν θεοῦ ὁ Χριστὸς καὶ ἡ εἰς αὐτὸν πίστις, Ἰουδαίων δὲ δικαιοσύνη ἡ τῆς νομοθεσίας πολιτεία. ἀγνοοῦντες οὖν οἱ Ἰουδαῖοι Χριστὸν τήν τε τοῦ νόμου πολιτείαν συνιστῶντες, τῆς σωτηρίας εἰκότως ἐκπεπτώκασιν· αὐτοὶ γὰρ σώζονται οἱ τῇ τοῦ Χριστοῦ πίστει προκόπτοντες· ἡ γὰρ πίστις διάθεσις οὖσα ψυχῆς εἰκότως τῶν τῆς σαρκὸς πράξεων προτετίμηται, ἐφ' ἣν ἔδει ἐλθεῖν Ἰουδαίους τέλος ἐπιθέντας τῷ