1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

αὐτοῦ μαθητῶν ὀρθόδοξοί τινες μέσως ὑπεραπελογοῦντο. ογ. Ἡμιάρειοι, οἱ Χριστὸν μὲν κτίσμα ὁμολογοῦντες, εἰρωνείᾳ δὲ κτίσμα αὐτὸν φάσκοντες οὐχ ὡς ἓν τῶν κτισμάτων· ἀλλά, φασίν, υἱὸν αὐτὸν λέγομεν, διὰ δὲ τὸ μὴ πάθος προσάψαι τῷ πατρὶ διὰ τοῦ 3.231 γεγεννηκέναι κτιστὸν αὐτὸν λέγομεν. ὡσαύτως καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου κτίσμα παντελῶς ὁρίζονται, παρεκβάλλοντες υἱοῦ τὸ ὁμοούσιον, ὁμοιοούσιον δὲ θέλουσι λέγειν. ἄλλοι δὲ ἐξ αὐτῶν καὶ τὸ ὁμοιοούσιον παρεξέβαλον. οδ. Πνευματομάχοι. οὗτοι περὶ μὲν Χριστοῦ καλῶς ἔχουσι, τὸ δὲ πνεῦμα τὸ ἅγιον βλασφημοῦσι, κτιστὸν αὐτὸ ὁριζόμενοι καὶ οὐκ ὂν ἐκ τῆς θεότητος, μᾶλλον δὲ καταχρηστικῶς δι' ἐνέργειαν κεκτίσθαι, ἁγιαστικὴν αὐτὸ δύναμιν φάσκοντες εἶναι μόνον. οε. Ἀεριανοί. οὗτος ὁ Ἀέριος ἀπὸ Πόντου ὡρμᾶτο. ἔτι δὲ δεῦρο περίεστι πειρασμὸς τῷ βίῳ. πρεσβύτερος οὗτος ἦν τοῦ ἐπισκόπου Εὐσταθίου τοῦ ἐν Ἀρειανοῖς διαβληθέντος. καὶ ἐπειδὴ αὐτὸς Ἀέριος οὐ κατεστάθη ἐπίσκοπος, πολλὰ κατὰ τῆς ἐκκλησίας ἐδογμάτισε, τῇ μὲν πίστει ὢν Ἀρειανὸς τελειότατος, περιττότερον δὲ δογματίζει. μὴ δεῖν φησι προσφέρειν ὑπὲρ τῶν προκεκοιμημένων, νηστεύειν δὲ τετράδα καὶ προσάββατον καὶ τεσσαρακοστὴν καὶ Πάσχα κωλύει· ἀποταξίαν κηρύσσει, σαρκοφαγίαις δὲ παντοίαις κέχρηται καὶ τρυφαῖς ἀδεῶς. εἰ δέ τις τῶν αὐτοῦ βούλοιτο νηστεύειν, μὴ ἐν ἡμέραις τεταγμέναις, φησίν, ἀλλ' ὅτε βούλεται· οὐ γὰρ εἶ ὑπὸ νόμον. φάσκει δὲ μηδὲν εἶναι διαφορώτερον ἐπίσκοπον πρεσβυτέρου. οςϛ. Ἀετιανοὶ οἱ ἀπὸ Ἀετίου τοῦ Κίλικος, διακόνου γενομένου ὑπὸ Γεωργίου τοῦ τῶν Ἀρειανῶν ἐπισκόπου τῆς Ἀλεξανδρείας, οἱ καὶ Ἀνομοιοι καλούμενοι, παρά τισι δὲ Εὐνομιανοί, δι' Εὐνόμιόν τινα μαθητὴν τοῦ Ἀετίου γενόμενον καὶ ἔτι περιόντα. σὺν αὐτοῖς δὲ ἦν καὶ Εὐδόξιος ἀρειανίζων, ἀλλὰ δῆθεν διὰ τὸν πρὸς τὸν βασιλέα Κωνστάντιον φόβον 3.232 ἀφώρισεν ἑαυτὸν καὶ μόνος Ἀέτιος ἐξωρίσθη. ἔμεινε δὲ Εὐδόξιος ἀρειανίζων, οὐ μέντοι γε κατὰ τὸν Ἀέτιον οὗτοι οἷ Ἀνόμοιοι. οἱ καὶ Ἀετιανοί,παντάπασι Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα ἀπαλλοτριοῦσι θεοῦ, κτιστὸν αὐτὸν διαβεβαιούμενοι, καὶ οὐδὲ ὁμοιότητά τινα ἔχειν λέγουσιν. ἐκ συλλογισμῶν γὰρ καὶ Ἀριστοτελικῶν καὶ γεωμετρικῶν τὸν θεὸν παριστᾶν βούλονται, καὶ Χριστὸν δῆθεν μὴ δύνασθαι εἶναι ἐκ θεοῦ διὰ τοιούτων τρόπων ὁρίζονται. οἱ δὲ ἀπ' αὐτοῦ Εὐνομιανοὶ καλούμενοι ἀναβαπτίζουσι πάντας τοὺς πρὸς αὐτοὺς ἐρχομένους, οὐ μόνον δέ, ἀλλὰ καὶ τοὺς ἀπὸ Ἀρειανῶν ἐρχομένους· βαπτίζουσι δὲ κατὰ κεφαλῆς ἄνω τοὺς πόδας στρέφοντες τῶν βαπτιζομένων, ὡς πολὺς ᾄδεται λόγος. τὸ δὲ σφαλῆναί τινα ἐν πορνείᾳ ἢ ἑτέρᾳ ἁμαρτίᾳ οὐδὲν εἶναί φασιν. οὐδὲν γὰρ ζητεῖ ὁ θεὸς ἀλλὰ τὸ εἶναί τινα ἐν ταύτῃ μόνῃ τῇ αὐτῶν νομιζομένῃ πίστει. Αὗται δέ εἰσιν ὁμοίως καὶ αἱ τοῦ τρίτου βιβλίου τοῦ πρώτου τόμου, ἕκτου δὲ ὄντος κατὰ τὴν ἀκολουθίαν, αἱρέσεις ἑπτά. 3.415 Τάδε ἔνεστι καὶ ἐν τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ τρίτου βιβλίου, ἑβδόμῳ δὲ ὄντι καθ' ἣν εἴπομεν τῶν τόμων τοῦ ἀριθμοῦ διαίρεσιν, ὅς ἐστι τόμος ἕβδομος καὶ τέλος τῆς πραγματείας πάσης, ἐν ᾧ εἰσιν αἱρέσεις τέσσαρες· οζ. ∆ιμοιρῖται, οἱ καὶ Ἀπολιναρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες· ὧν τινες ὁμοούσιον τὸ σῶμα τῇ θεότητί ποτε ἐτόλμησαν λέγειν, τινὲς δέ ποτε ψυχὴν αὐτὸν εἰληφέναι ἠρνοῦντο, τινὲς δὲ διὰ τοῦ ῥητοῦ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» ἐπερειδόμενοι ἠρνοῦντο ἀπὸ κτιστῆς σαρκὸς τουτέστι Μαρίας τὸ κατὰ σάρκα αὐτὸν εἰληφέναι. μόνον δὲ φιλονείκως ἔλεγον τὸν λόγον σάρκα γεγενῆσθαι, εἰς