1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

Κ∆ʹ. Ὁ μέν τις πλουτεῖ θεωρίᾳ, καὶ ὑπὲρ τοὺς πολλοὺς αἴρεται, καὶ πνευματικὰ συγκρίνει πνευμα τικοῖς, καὶ ἀπογράφεται τρισσῶς, ἐπὶ τὸ πλά τος τῆς καρδίας, τὸν πάντας οἰκοδομοῦντα λό γον, καὶ τὸν πολλοὺς, καὶ τὸν τινὰς ἀντὶ πλειόνων ἢ πάντων, καὶ οὐκ ἀνέχεται πένης ὢν, καὶ ἐμβα τεύει τοῖς βάθεσιν. Ἀνίτω, καὶ ὁδηγείσθω, καὶ ὑπὸ τοῦ νοῦ φερέσθω, καὶ, εἰ βούλεται, μέχρις οὐρανοῦ τρίτου, κατὰ τὸν Παῦλον· μόνον σὺν λόγῳ καὶ ἐπι στήμῃ, καὶ μὴ καταπιπτέτω διὰ τὴν ἔπαρσιν, μηδὲ πτεροῤῥυείτω διὰ τὸ ὕψος τῆς πτήσεως. Τίς φθόνος ἐπαινετῆς ἀναβάσεως; Καὶ τί πτῶμα τοιοῦτο, οἷον ἐπάρσει περιπαρῆναι, καὶ μὴ γνῶναι τῆς ἀνθρω πίνης ἀνανεύσεως τὴν ταπείνωσιν, καὶ ὅσον ἔτι λείπεται τοῦ ἀληθινοῦ ὕψους ὁ πάντων ἀνώτα τος;

ΚΕʹ. Ὁ δὲ ὀλίγος ἐστὶ τὴν διάνοιαν, καὶ πένης τὴν γλῶτταν, καὶ οὐκ οἶδε λόγων στροφὰς, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα, καὶ τὰς Πύῤῥωνος ἐνστά σεις, ἢ ἐφέξεις, ἢ ἀντιθέσεις, καὶ τῶν Χρυσίππου συλλογισμῶν τὰς διαλύσεις, ἢ τῶν Ἀριστοτέλους τε χνῶν τὴν κακοτεχνίαν, ἢ τῆς Πλάτωνος εὐγλωτ τίας τὰ γοητεύματα, οἳ κακῶς εἰς τὴν Ἐκκλησίαν ἡμῶν εἰσέφησαν, ὥσπερ Αἰγυπτιακαί τινες μάστιγες. Ἔχει καὶ οὗτος ὅθεν σωθῇ. Καὶ διὰ τίνων ῥημάτων; Οὐδὲν τῆς χάριτος πλουσιώτερον. Οὐ δὲν δεῖ σοι, φησὶν, εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ἵν' ἐκεῖθεν ἑλκύσῃς Χριστόν· οὐδὲ εἰς τὴν ἄβυσσον κατελθεῖν, ἵν' ἐντεῦθεν αὐτὸν ἐκ νεκρῶν ἀνασπά σῃς, ἢ τὴν πρώτην πολυπραγμονῶν φύσιν, ἢ τὴν τελευταίαν οἰκονομίαν. Ἐγγύς σου, φησὶ, τὸ ῥῆμά ἐστιν· ἡ διάνοια τοῦτον ἔχει τὸν θησαυρὸν, καὶ ἡ γλῶσσα· ἡ μὲν πιστεύουσα, ἡ δὲ ὁμολογοῦσα. 36.204 Τί τούτου συντομώτερον τοῦ πλούτου; τί ταύτης τῆς δωρεᾶς εὐκολώτερον; Ὁμολόγησον Ἰησοῦν Χριστὸν, καὶ πίστευσον, ὅτι ἐκ νεκρῶν ἐγήγερ ται, καὶ σωθήσῃ. ∆ικαιοσύνη μὲν γὰρ, καὶ τὸ πιστεῦ σαι μόνον· σωτηρία δὲ παντελὴς, τὸ καὶ ὁμο λογῆσαι, καὶ προσθεῖναι τῇ ἐπιγνώσει τὴν παῤῥη σίαν. Σὺ μεῖζόν τι σωτηρίας ζητεῖς, τὴν ἐκεῖ θεν δόξαν τε καὶ λαμπρότητα· ἐμοὶ καὶ τὸ σωθῆναι μέγιστον, καὶ τὰς ἐκεῖθεν φυγεῖν βασάνους. Σὺ βα δίζεις τὴν ἀτριβῆ καὶ ἀπρόσιτον· ἐγὼ τὴν τετριμ μένην, καὶ ἣ πολλοὺς ἔσωσεν.

Κ ςʹ· Οὐδὲν ἂν ἦν τῆς πίστεως ἡμῶν, ἀδελφοὶ, ἀδικώτερον, εἴ γε εἰς τοὺς σοφοὺς ἔπιπτε μόνον, καὶ τοὺς περιττοὺς ἐν λόγῳ, καὶ ταῖς λογικαῖς ἀπο δείξεσι· τοὺς πολλοὺς δὲ ἔδει, καθάπερ χρυσοῦ, καὶ ἀργύρου, καὶ τῶν ἄλλων, ὁπόσα τίμια κάτω, καὶ περισπούδαστα τοῖς πολλοῖς, οὕτω δὴ καὶ ταύ της ἀποτυγχάνειν· καὶ τὸ μὲν ὑψηλόν τε καὶ εἰς ὀλίγους φθάνον, φίλον ἦν Θεῷ καὶ οἰκεῖον· τὸ δὲ ἐγ γυτέρω, καὶ τοῖς πολλοῖς ἐφικτὸν, ἀπόπτυστον καὶ ἀπόβλητον. Οὐδὲ γὰρ τῶν ἀνθρώπων οἱ μετριώτεροι τοῦτο πάθοιεν ἂν, ὥστε μὴ τὰς κατὰ δύναμιν ἀπαι τεῖν τιμὰς, ἀλλὰ χαίρειν μόνον ταῖς προεχούσαις, μήτιγε δὴ Θεός· οὗ πολλῶν ὄντων ἐφ' οἷς θαυμάζεται, οὐδὲν οὕτως, ὡς τὸ πάντας εὐεργετεῖν, ἰδιώτατον. Μὴ ἀτίμαζε τὸ εἰωθὸς, μὴ θήρευε τὸ καινὸν, ἵν' εὐ δοκιμήσῃς ἐν τοῖς πλείοσι. Κρείσσων μι κρὰ μερὶς μετὰ ἀσφαλείας, ἢ μεγάλη μετὰ σαθρό τητος, παιδευέτω σε τῇ συμβουλῇ Σολομών· καὶ, Κρείσσων ἄπορος πορευόμενος ἐν ἁπλότητι αὐτοῦ (μία καὶ αὕτη τῶν παροιμιῶν σοφῶς ἔχουσα), ὁ πένης ἐν λόγῳ καὶ γνώσει, καὶ τοῖς ἁπλοῖς ῥήμα σιν ἐπερειδόμενος, καὶ ἐπὶ τούτων ὥσπερ ἐπὶ λε πτῆς σχεδίας διασωζόμενος, ὑπὲρ στρεβλόχειλον ἄφρονα, τὸν ἀποδείξει λόγου θαῤῥοῦντα σὺν ἀμαθίᾳ, καὶ κενοῦντα τὸν σταυρὸν τοῦ Χριστοῦ, πρᾶγμά τι λόγου κρεῖττον, διὰ τῆς ἐν λόγοις δυνάμεως, ἔνθα τὸ ἀσθενὲς τῆς ἀποδείξεως, τῆς ἀληθείας ἐστὶν ἐλάτ τωσις.

ΚΖʹ. Τί πρὸς οὐρανὸν ἀνίπτασαι, πεζὸς ὤν; Τί πύργον οἰκοδομεῖς, τὰ πρὸς ἀπαρτισμὸν οὐκ ἔχων; Τί καὶ σὺ μετρεῖς τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ, στοιχεῖα με γάλα, καὶ μόνῳ μετρητὰ τῷ ποιήσαντι; Γνῶθι σαυ τὸν πρῶτον· τὰ ἐν χερσὶ κατανόησον· τίς εἶ, καὶ πῶς ἐπλάσθης, καὶ πῶς