1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

9

ἐκόμπαζ' ὥς τι τῇ πόλει δοκῶν, ὤμους σκιάζων βοστρύχοις ἀεὶ φίλοις, πέμπων λογισμοὺς σφενδονωμέναις κόμαις, πᾶσαν φέρων παίδευσιν ἐν τῷ σώματι.

Πολλὰς διελθὼν οὗτος, ὡς ἀκούομεν, ὁδοὺς πονηράς-ἅστινας δ' ἄλλοις μέλοι, οὐ γὰρ τὰ πάντ' ἔμοιγε ἐκζητεῖν σχολή· βίβλοι δ' ὅμως φέρουσιν ἀρχόντων ὅσαι- ταύτῃ τελευτῶν ἐγκαθέζεται πόλει. οὐδὲν γὰρ εἶχε βρῶμα τῶν εἰωθότων· ὀξὺ βλέπων δὲ καὶ σοφῶς ὀσφρώμενος- σοφὸν γὰρ ἔστω καὶ τὸ πικρῶς συντεθέν, τὸ δ' ἐστὶν ἡμᾶς τῆς καθέδρας ἐκβαλεῖν τοὺς οὔτ' ἔχοντας, οὔθ' ὅλως τιμωμένους, πλὴν τοῦ φυλάξαι καὶ καταρτίσαι λεών· σοφώτερον δέ, καὶ γὰρ οὐ διὰ ξένων, αὐτῶν δ' ἀφ' ἡμῶν συμπλέκει τὸ δρᾶμ' ὅλον, ὡς ἂν σοφιστὴς τῶν κακῶν καὶ συνθέτης, τῶν ταῦτ' ἀήθων καὶ πλοκῆς πάντῃ ξένων, ἄλλην δὲ τιμᾶν δεινότητ' εἰθισμένων· εἰπεῖν σοφόν τι καὶ λέγοντα θαυμάσαι βίβλων τε θείων ἐκλέγειν τὴν καρδίαν. Καινόν τιν' εἰπεῖν ἐν κακοῖς λόγον θέλω· ἐχρῆν τὸν αὐτὸν πᾶσιν εἶναι δὴ τρόπον, ἢ τὸν κακῶν ἄπειρον ἢ τὸν ποικίλον. ἧττον γὰρ ἐβλάπτοντ' ἂν ἔκ τινών τινες ἀντιζυγούντων ἢ συνεστώτων τρόπων· νῦν δ' εἰσὶ θήρα τῶν κακῶν οἱ βελτίους. τίς ἡ τοσαύτη σύγχυσις τοῦ πλάσματος; ὡς σφόδρ' ἀνίσως ἐζύγημεν ἐκ θεοῦ. τίς τὸν κάκιστον ὄψεται τῶν μετρίων δολοῦντα, συμπλέκοντα, μηχανώμενον, κλέπτονθ' ἑαυτὸν μυρίαις ἀεὶ στροφαῖς; τὸ μὲν γὰρ εὐκίνητον εἰς μοχθηρίαν τηρεῖ τὰ πάντα καὶ βλέπει τὰ καίρια· τὸ δ' εἰς ἀρετὴν πρόχειρον εἰς ὑποψίαν τῶν χειρόνων ἀργόν τε καὶ νωθὲς φύσει. οὕτως ἁλίσκετ' εὐχερῶς ἡ χρηστότης. Πῶς τοῦτο ποιεῖ καί-σκοπεῖθ'-ὡς ποικίλως. Αἰγύπτιόν τιν' ἄλλον ὄψει Πρωτέα. τῶν εὐνοούντων γίνεται καὶ τῶν σφόδρα πιστῶν. τίς οὕτως ὡς ἔμοιγε Μάξιμος στέγης, τραπέζης, δογμάτων, βουλευμάτων κοινωνός; οὐδὲν θαῦμα· καὶ γὰρ ἦν μέγα· κύων ὑλακτῶν δῆθεν τοὺς κακόφρονας καὶ τῶν ἐμῶν πρόθυμος αἰνετὴς λόγων. ὁμοῦ δὲ ταῦτα, καί τι τῶν ἐν βήματι λαβὼν νόσημα, λεῖμμα τῆς πρώτης νόσου, τὸ δ' ἦν ἄπαυστος ζῆλος, ἔμφυτον κακόν- οὐ ῥᾳδίως γὰρ κάμπτεται πονηρία-, τούτοις βραβεύων ἀνίσως, αὑτῷ φίλως, δύω συνεργοῖς χρώμενος τῆς πικρίας, πρώτῳ τε δευτέρῳ τε ἀνθρωποκτόνοις, μόγις ποτ' ἐξέρρηξεν ἀσπίδος τόκον. ὁ πρῶτος ἦν Βελίας, ἄγγελός ποτε, ὁ δεύτερος δὲ τοῦδε λαοῦ πρεσβύτης τὸν νοῦν τι μᾶλλον ἢ τὸ σῶμα βάρβαρος, ὃς οὐ παροφθείς, οὐδὲν ἐκμελὲς παθών, τὰ πρῶτ' ἔχων τιμῆς τε καὶ θρόνων ἀεί- ἄκουε, Χριστέ, καὶ ∆ίκης ὄμμ' ἀπλανές, εἰ δὴ καλεῖν ἐνταῦθα Χριστὸν ἄξιον- μῖσος πονηρὸν καὶ κακότροπον ἀθρόως ὤδινεν. οἴ μοι· πῶς ἀποκλαύσω; σκότος αἰθρία λαμπρά, καὶ τὸ συντεθὲν κακόν πόρρωθεν ἦλθεν ἡμίν, Αἰγύπτου νέφος. Κατάσκοποι μὲν πρῶτον, οὓς τῆς ἐκκρίτου γῆς Ἰσραήλ ποτ' ἐξέπεμψ' ὁ γεννάδας· πλὴν οὐκ Ἰησοῦς οὐδὲ Χάλεβ οἱ σοφοί, ἀλλ' εἴ τις ὕβρις ἐν νέοις καὶ πρεσβύταις, Ἄμμων, Ἀπάμμων, Ἁρποκρᾶς, Στίππας, ῬόδωνἌνουβις, Ἑρμάνουβις, Αἰγύπτου θεοί, πιθηκόμορφοι καὶ κυνώδεις δαίμονες, δύστηνα ναυταρίδια καὶ παράφθορα, εὔωνα, μικροῦ κέρματος πολλοὺς θεούς ῥᾷστ' ἂν προθέντα, εἴπερ ἦσαν πλείονες. Ἔπειτα μικρὸν ὕστερον οἱ πεπομφότες τούτους, στρατηγοὶ τῆς φάλαγγος ἄξιοι ἤ, τῶν κυνῶν εἰπεῖν τι προσφυέστερον, οἱ ποιμένες. πλέον γὰρ οὐδὲν φθέγξομαι -καίπερ σφαδᾴζων ἔνδοθεν πολλοῖς λόγοις ὥσπερ τις ἀσκὸς δέσμιος γλεύκους ζέων ἢ καὶ φυσητὴρ χαλκέως γέμων πνοῆς- αἰδοῖ τε τοῦ πέμψαντος, εἰ καὶ κουφόνους, αὐτῶν τ' ἐκείνων, οἷς τι συγγνώμης τυχόν μετῆν ὑποσπασθεῖσιν ἐξ ἀγροικίας, ὅποι φέροιεν οἱ κακοί, κινουμένοις, οὓς ἐνθάδ' ἡμὶν ἐδημιούργησε φθόνος. σοφοί, τὸ πρόβλημ' εἴπατ'-οὐκ ἔμοιγε γάρ τοῦτ' εὐσύνοπτον, πλήν τις εἰ φράζοι σοφῶν-· πῶς Πέτρος αὐτός, ὁ βραβεὺς τῶν ποιμένων, πρώην μὲν ἡμᾶς ἐγκαθίστη γράμμασιν οὕτω προδήλως διπλόης ἐλευθέροις, ὡς αὐτὰ πείσει τὰ πρὸς ἡμᾶς γράμματα, καὶ συμβόλοις ἐτίμα τῆς ἱδρύσεως, νῦν δ' ἧκεν ἡμῖν ἔλαφος ἀντὶ παρθένου; ταῦτ' οὐ πρόδηλα, ταῦτα δεῖθ' ἑρμηνέως. Ὤφθη τι τούτων σκηνικώτερόν ποτε πολλῶν