1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

9

ἱεροῖς ἐνεργοῦσαν δύναμιν, καὶ μηκέτι ἐπιχωριάζειν τοῖς τόποις κατὰ τὸ σύνηθες τὴν μαν τικὴν τῶν δαιμόνων ἐνέργειαν. Τοῦ δὲ τὸν προπετῆ καὶ ἀπαίδευτον τοῦ νεωκόρου θυμὸν ἐν ὑπερέχοντι φρονήματι καταβάλλοντος, καὶ τοῦ ἀληθινοῦ Θεοῦ τὴν συμμαχίαν πάσαις ἀντιπροβαλομένου ταῖς ἀπει λαῖς, καὶ λέγοντος τοσοῦτον πεποιθέναι τῇ δυνάμει τοῦ ὑπερμαχοῦντος αὐτοῦ, ὥστε κατ' ἐξουσίαν ἔχειν ἀπελαύνειν τε αὐτοὺς, ὅθεν ἂν βούληται, καὶ εἰσοικί ζειν οἷς ἂν ἐθέλῃ τόποις, καὶ τὰς ἀποδείξεις ὧν ἔλεγεν ἤδη παρέξειν ὑπισχνουμένου, θαυμάσαντα τὸν νεωκόρον, καὶ καταπλαγέντα τὸ μέγεθος τῆς ἐξουσίας, ἀπ' αὐτῶν τούτων δεῖξαι τὴν δύναμιν, προσ καλέσασθαι, καὶ πάλιν ἐντὸς ποιῆσαι τοῦ ἱεροῦ τὰ δαιμόνια. Ἀκούσαντα δὲ τοῦτο τὸν μέγαν, ἀποῤῥῆ ξαί τι τοῦ βιβλίου τμῆμα βραχὺ, καὶ δοῦναι τοῦτο τῷ νεωκόρῳ, προστακτικήν τινα φωνὴν κατὰ τῶν δαι μόνων χαράξαντα· ἦν δὲ τὰ γράμματα ἐπ' αὐτῆς τῆς λέξεως ταῦτα· ΓΡΗΓΟΡΙΟΣ ΤΩι ΣΑΤΑΝΑι, ΕΙΣΕΛΘΕ. Λαβόντα δὲ τὸν νεωκόρον ἀναθεῖναι τῷ βωμῷ τὸ βιβλίον, εἶτα προσαγαγόντα τὰς συνήθεις αὐτοῖς 46.917 κνίσσας καὶ τὰ μιάσματα, πάλιν ἰδεῖν ἅπερ ἑώρα τὸ πρότερον, πρὶν ἐξοικισθῆναι τοῦ εἰδωλείου τοὺς δαί μονας. Τούτων δὲ γεγονότων, ἔννοιαν αὐτὸν λαβεῖν τοῦ θείαν εἶναί τινα παρὰ τῷ Γρηγορίῳ τὴν δύνα μιν, δι' ἧς ἐφάνη τῶν δαιμόνων ἐπικρατέστερος· καταλαβόντα δὲ κατὰ σπουδὴν πάλιν αὐτὸν, πρὶν ἐν τῇ πόλει γενέσθαι, μαθεῖν ἠξίωσε παρ' αὐτοῦ τὸ μυστήριον, καὶ τίς ὁ Θεὸς ἐκεῖνος ὁ τὴν τῶν δαιμό νων φύσιν ὑποχειρίαν ἔχων. Εἰπόντος δὲ δι' ὀλίγων τοῦ μεγάλου τὸ τῆς εὐσεβείας μυστήριον, παθεῖν τι τὸν νεωκόρον οἷον εἰκὸς τὸν τῶν θείων ἀμύητον· καὶ μικρότερον οἰηθῆναι τῆς περὶ Θεοῦ ὑπολήψεως, τὸ πεισθῆναι διὰ σαρκὸς πεφηνέναι τοῖς ἀνθρώποις τὸ Θεῖον· τοῦ δὲ μὴ λόγοις εἰπόντος τὴν περὶ τούτου πίστιν κρατύνεσθαι, τοῖς δὲ τῶν γινομένων θαύμασι τὸ πιστὸν ἔχειν, ζητῆσαι ἔτι παρ' αὐτοῦ θαῦμα τὸν νεωκόρον ἰδεῖν, ὡς εἶθ' οὕτως προσαχθῆναι διὰ τοῦ γινομένου πρὸς τὴν τῆς πίστεως συγκατάθεσιν. Ἔνθα δὴ τὸ πάντων ἀπιστότατον λέγεται πεποιηκέναι τὸ μέγα θαῦμα τὸν μέγαν ἐκεῖνον. Ἐπιζητοῦντος γὰρ τοῦ νεωκόρου λίθον τινὰ τῶν εὐμεγεθῶν τῶν κατ' ὀφθαλμοὺς αὐτῷ προφαινομένων, δίχα χειρὸς ἀνθρω πίνης κινηθῆναι, διὰ δὲ μόνης τῆς κατὰ τὴν πίστιν δυνάμεως, προστάγματι τοῦ Γρηγορίου πρὸς ἕτερον μετατεθῆναι χῶρον· μηδὲν ἀναβαλλόμενον τὸν μέγαν ἐκεῖνον, εὐθὺς προστάξαι καθάπερ ἐμψύχῳ τῷ λίθῳ μεταβῆναι πρὸς ἐκεῖνον τὸν τόπον, ὃν ὁ νεωκόρος ὑπέδειξεν.

Τούτου δὲ γενομένου, παραχρῆμα πιστεῦσαι τῷ λόγῳ τὸν ἄνδρα· καὶ πάντα καταλιπόντα, γένος, οἰκίαν, γαμετὴν, παῖδας, φίλους, ἱερωσύνην, ἑστίαν, κτήματα, ἀντὶ πάντων τῶν προσόντων αὐτῷ ποιήσασθαι, τοῦ συνεῖναι τῷ μεγάλῳ, καὶ συμμετ έχειν τῶν πόνων αὐτῷ καὶ τῆς θείας ἐκείνης φιλοσο φίας τε καὶ παιδεύσεως. Σιγάτω πρὸς ταῦτα πᾶσα τεχνικὴ τῶν λογογράφων περίνοια τὰς ἐπαυξήσεις τῶν θαυμάτων διά τινος ῥητορείας ἐπὶ τὸ μεῖζον ἐξαίρουσα. Οὐ γὰρ τοιοῦτόν ἐστιν ἐν τοῖς εἰρημένοις τὸ θαῦμα, ὡς τῇ δυνάμει τοῦ λέγοντος ἔλαττον ἂν ἢ μεῖζον ἑαυτοῦ γενέσθαι. Τί γάρ τις εἰπὼν παρὰ τὰ εἰρημένα, προσθήκην δώσει τῷ θαύματι; Πῶς δ' ἄν τις ἐλαττώσειε τοῖς ἀκούουσιν ἐπὶ τῷ γεγονότι τὴν ἔκπληξιν; Λίθος ἀφίστησι τῶν λίθων τοὺς δεδουλωμέ νους τοῖς λίθοις, λίθος κήρυξ τῆς θείας πίστεως, καὶ ὁδηγὸς τοῖς ἀπίστοις εἰς σωτηρίαν γίνεται, οὐ φωνῇ τινι καὶ λόγῳ τὴν θείαν δύναμιν ἀνακηρύσσων, ἀλλ' οἷς ἐποίει δεικνὺς τὸν Θεὸν ὑπὸ τοῦ Γρηγορίου κατ αγγελλόμενον· ᾧ πᾶσα κατὰ τὸ ὁμότιμον ὑποχείριος πείθεται κτίσις, οὐχ ὅσον αἰσθητικὸν μόνον καὶ ἔμ πνουν, καὶ ἔμψυχον, ἀλλ' εἴ τι καὶ τούτων ἐστὶν ἐκτὸς, οὕτω δέχεται τὸ τοῦ θεράποντος ἐπίταγμα, ὡς οὐκ ἀμοιροῦντα τῆς αἰσθήσεως. Ποία γὰρ ἀκοὴ τοῦ λί θου; Ποία τῆς τοῦ κελεύοντος ἐξουσίας αἴσθησις; Τίς δύναμις ἐν αὐτῷ μεταβατική; Ποία μελῶν τε καὶ ἄρθρων διασκευή; Ἀλλὰ πάντα ταῦτα καὶ τὰ τοιαῦτα λίθῳ ἡ τοῦ κελεύοντος δύναμις γίνεται, πρὸς ἣν ἰδὼν ὁ νεωκόρος ἐκεῖνος,